|
2 τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως 3 Οὕτως ἀνόητοί ἐστε ἐναρξάμενοι Πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε 4 τοσαῦτα ἐπάθετε εἰκῇ εἴ γε καὶ εἰκῇ 5 ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως Galatians 3:2-5, Hebrew & Greek Study Bible. Public domain.
|



