Luke 3
Berean Greek Bible Par ▾ 

The Mission of John the Baptist
(Isaiah 40:1–5; Matthew 3:1–12; Mark 1:1–8; John 1:19–28)

1Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετρααρχοῦντος, 2ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.

3Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, 4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου·

Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·

Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου,

εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ·

5πᾶσα φάραγξ πληρωθήσεται

καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται,

καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν

καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·

6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.a

7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 9ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

10Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί οὖν ποιήσωμεν;

11Ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.

12Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, τί ποιήσωμεν;

13Ὁ δὲ εἶπεν πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.

14Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· Τί ποιήσωμεν καὶ ἡμεῖς;

Καὶ εἶπεν αὐτοῖς· Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.

15Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μή‿ ποτε αὐτὸς εἴη ὁ Χριστός, 16ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·b αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· 17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

18Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· 19ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης, 20προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, καὶ κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ.

21Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν, 22καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι· Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.

The Genealogy of Jesus
(Ruth 4:18–22; Matthew 1:1–17)

23Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα,

Ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ,

τοῦ Ἠλὶ

24τοῦ Μαθθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ

τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ

25τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ

τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ

26τοῦ Μαὰθ τοῦ Ματταθίου τοῦ Σεμεῒν

τοῦ Ἰωσὴχ τοῦ Ἰωδὰ

27τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβάβελ

τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ

28τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰμ

τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ

29τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρὶμ

τοῦ Μαθθὰτ τοῦ Λευὶ

30τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ

τοῦ Ἰωνὰμ τοῦ Ἐλιακὶμ

31τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ

τοῦ Ναθὰμ τοῦ Δαυὶδ

32τοῦ Ἰεσσαὶ τοῦ Ἰωβὴδ τοῦ Βοὸς

τοῦ Σαλὰc τοῦ Ναασσὼν

33τοῦ Ἀμιναδὰβ τοῦ Ἀδμὶνd τοῦ Ἀρνὶe

τοῦ Ἑσρὼμ τοῦ Φαρὲς τοῦ Ἰούδα

34τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ

τοῦ Θάρα τοῦ Ναχὼρ

35τοῦ Σεροὺχ τοῦ Ῥαγαῦ τοῦ Φάλεκ

τοῦ Ἔβερ τοῦ Σαλὰ

36τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ

τοῦ Νῶε τοῦ Λάμεχ

37τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ

τοῦ Μαλελεὴλ τοῦ Καϊνὰμ

38τοῦ Ἐνὼςf τοῦ Σὴθ τοῦ Ἀδὰμ

τοῦ Θεοῦ.


Footnotes:

a 4-6 Isaiah 40:3-5
b 16 Or in water
c 16 Or in the Holy Spirit and in fire
d 32 BYZ and TR Σαλμών
e 33 BYZ and TR Ἀράμ
f 33 WH, BYZ, and TR do not include τοῦ Ἀρνὶ


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Luke 2
Top of Page
Top of Page