Joshua 21
Berean Greek Bible Par ▾ 

Forty-Eight Cities for the Levites
(Numbers 35:1–8; 1 Chronicles 6:54–81)

1Καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευεὶ πρὸς Ἐλεαζὰρ τὸν ἱερέα καὶ Ἰησοῦν τὸν τοῦ Ναυὴ καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν Ἰσραήλ, 2καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλὼ ἐν γῇ Χανάαν λέγοντες Ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν. 3καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευείταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος Κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν. 4καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Καάθ, καὶ ἐγένετο τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν τοῖς Λευείταις ἀπὸ φυλῆς Ἰούδα καὶ ἀπὸ φυλῆς Συμεὼν καὶ ἀπὸ φυλῆς Βενιαμεὶν κληρωτεὶ πόλεις ιγ᾽·

5καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλελιμμένοις ἐκ τῆς φυλῆς Ἐφράιμ καὶ ἐκ τῆς φυλῆς Δὰν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ κληρωτεὶ πόλεις δέκα·

6καὶ τοῖς υἱοῖς Γεδσὼν ἀπὸ τῆς φυλῆς Ἰσσαχὰρ καὶ ἀπὸ τῆς φυλῆς Ἀσὴρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλεὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ ἐν τῷ Βασὰν πόλεις δέκα τρεῖς·

7καὶ ἐν τοῖς υἱοῖς Μεραρεὶ κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ῥουβὴν καὶ ἀπὸ φυλῆς Γὰδ καὶ ἀπὸ φυλῆς Ζαβουλὼν κληρωτεὶ πόλεις δώδεκα.

8Καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευείταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ κληρωτεί.

9καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν Ἰούδα καὶ ἡ φυλὴ υἱῶν Συμεὼν καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμεὶν τὰς πόλεις ταύτας· καὶ ἐπεκλήθησαν 10τοῖς υἱοῖς Ἀαρὼν ἀπὸ τοῦ δήμου τοῦ Καὰθ τῶν υἱῶν Λευεί, ὅτι τοῦτο ἐγενήθη ὁ κλῆρος. 11καὶ ἔδωκεν αὐτοῖς τὴν Καραθαρβὸκ μητρόπολιν τῶν Ἐνάκ, αὕτη ἐστὶν Χεβρὼν ἐν τῷ ὄρει Ἰούδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς 12καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χαλὲβ υἱοῦ Ἰεφοννὴ ἐν κατασχέσει.

13καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκεν τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι, τὴν Χεβρὼν καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ, καὶ τὴν Λεμνὰ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ, 14καὶ τὴν Αἰλὼμ καὶ τὰ ἀφωρισμένα ἀυτῇ, καὶ τὴν Τεμὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, 15καὶ τὴν Γελλὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Δαβεὶρ καὶ τὰ ἀφωρισμένα αὐτῇ, 16καὶ Ἄσα καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Τανὺ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Βαιθσάμυς καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων. 17καὶ παρὰ τῆς φυλῆς Βενιαμεὶν τὴν Γαβαὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Γάθεθ καὶ τὰ ἀφωρισμένα αὐτῇ, 18καὶ Ἀναθὼθ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Γαμαλὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 19πᾶσαι αἱ πόλεις υἱῶν Ἀαρὼν τῶν ἱερέων δέκα τρεῖς.

20καὶ τοῖς δήμοις υἱοῖς Καὰθ τοῖς Λευείταις τοῖς καταλελιμμένοις ἀπὸ τῶν υἱῶν Καάθ, καὶ ἐγενήθη πόλις τῶν ἱερέων αὐτῶν ἀπὸ φυλῆς Ἐφράιμ· 21καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος, τὴν Συχὲμ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Γαζαρὰ καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ, 22καὶ Βαιθωρὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 23καὶ ἐκ τῆς φυλῆς Δὰν τὴν Ἐλκωθάιμ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Γεθεδὰν καὶ τὰ ἀφωρισμένα. αὐτῇ, 24καὶ Αἰλὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Γεθερεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 25καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ, τὴν Τανὰχ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Ἰεβαθὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. 26πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα αὐτῇ τὰ πρός αὐταῖς τοῖς δήμοις υἱῶν Καὰθ τοῖς ὑπολελιμμένοις.

27καὶ τοῖς υἱοῖς Γεδσὼν τοῖς Λευείταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσὴ τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλὼν ἐν τῇ Βασανείτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Βοσορὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. 28καὶ ἐκ τῆς φυλῆς Ἰσσαχὰρ τὴν Κεισὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Δεββὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, 29καὶ τὴν Ῥεμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 30καὶ ἐκ τῆς φυλῆς Ἀσὴρ τὴν Βασελλὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Δαββὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, 31καὶ Χελκὰτ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Ῥαὰβ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 32καὶ ἐκ τῆς φυλῆς Νεφθαλεὶ τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι, τὴν Κάδες ἐν τῇ Γαλειλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ τὴν Νεμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ, καὶ Θεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τρεῖς. 33πᾶσαι αἱ πόλεις τοῦ Γεδσὼν κατὰ δήμους αὐτῶν πόλεις δέκα τρεῖς.

34καὶ τῷ δήμῳ υἱῶν Μεραρεὶ τοῖς Λευείταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς Ζαβουλὼν τὴν Μαὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Κάδης καὶ τὰ περισπόρια αὐτῆς, 35καὶ Σελλὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τρεῖς. 36καὶ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἰερειχὼν ἐκ τῆς φυλῆς Ῥουβὴν τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Βόσορ ἐν τῇ ἐρήμῳ, τὴν Μεισὼ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς, 37καὶ τὴν Δεκμὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Μαφὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες. 38καὶ ἀπὸ τῆς φυλῆς Γὰδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, καὶ τὴν Ῥαμὼθ ἐν τῇ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς, τὴν Καμέιν καὶ τὰ περισπόρια αὐτῆς, 39καὶ τὴν Ἑσβὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς· αἱ πᾶσαι πόλεις τέσσαρες. 40πᾶσαι πόλεις τοῖς υἱοῖς Μεραρεὶ κατὰ δήμους αὐτῶν τῶν καταλελιμμένων ἀπὸ τῆς φυλῆς Λευεί· καὶ ἐγενήθη τὰ ὅρια αἱ πόλεις δέκα δύο.

41πᾶσα πόλις τῶν Λευειτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν Ἰσραὴλ τεσσεράκοντα ὀκτὼ πόλεις, καὶ τὰ περισπόρια αὐτῶν 42κύκλῳ τῶν πόλεων τούτων· πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις. 1 καὶ συνετέλεσεν Ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν. 2 καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ μερίδα τῷ Ἰησοῖ κατὰ πρόσταγμα Κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο· τὴν Θαμνασάραχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει Ἐφράιμ. 3 καὶ ᾠκοδόμησεν Ἰησοῦς τὴν πόλιν καὶ ᾤκησεν ἐν αὐτῇ· 4 καὶ ἔλαβεν Ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς Ἰσραὴλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαχαράθ.

43Καὶ ἔδωκεν Κύριος τῷ Ἰσραὴλ πᾶσαν τὴν γῆν ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ. 44καὶ κατέπαυσεν αὐτοὺς Κύριος κυκλόθεν, καθότι ὤμοσεν τοῖς πατράσιν αὐτῶν· οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκεν Κύριος εἰς τὰς χεῖρας αὐτῶν. 45οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν ὧν ἐλάλησεν Κύριος τοῖς υἱοῖς Ἰσραήλ· πάντα παρεγένετο.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Joshua 20
Top of Page
Top of Page