Ezekiel 13
Berean Greek Bible Par ▾ 

Reproof of False Prophets
(Micah 2:6–11)

1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 2Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραήλ, καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἀκούσατε λόγον Κυρίου 3Τάδε λέγει Κύριος Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσιν. 4ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις οἱ προφῆταί σου, Ἰσραήλ· 5οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ, οὐκ ἀνέστησαν οἱ λέγοντες Ἐν ἡμέρᾳ Κυρίου· 6βλέποντες ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες Λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτούς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον. 7οὐχ ὅρασιν ψευδῆ ἑωράκατε, καὶ μαντείας ματαίας εἰρήκατε;

8Διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος Ἀνθ᾽ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ᾽ ὑμᾶς, λέγει Κύριος, 9καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποφθεγγομένους μάταια· ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ οὐ γραφήσονται, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· καὶ γνώσονται διότι ἐγὼ Κύριος. 10ἀνθ᾽ ὧν τὸν λαόν μου ἐπλάνησαν, λέγοντες Εἰρήνη, καὶ οὐκ ἦν εἰρήνη· καὶ οὗτος οἰκοδομεῖ τοῖχον, καὶ αὐτοὶ ἀλείφουσιν αὐτόν, πεσεῖται. 11εἰπὸν πρὸς τοὺς ἀλείφοντας Πεσεῖται, καὶ ἔσται ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν, καὶ πεσοῦνται, καὶ πνεῦμα ἐξαῖρον, καὶ ῥαγήσεται. 12καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος, καὶ οὐκ ἐροῦσιν πρὸς ὑμᾶς Ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν ἣν ἠλείψατε; 13διὰ τοῦτο τάδε λέγει Κύριος Καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ, καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται, καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειαν, 14καὶ κατασκάψω τὸν τοῖχον ὃν ἠλείψατε, πεσεῖται· καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτοῦ, καὶ πεσεῖται καὶ συντελεσθήσεσθε μετ᾽ ἐλέγχων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. 15καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτόν, πεσεῖται. καὶ εἶπα πρὸς ὑμᾶς Οὐκ ἔστιν ὁ τοῖχος οὐδὲ οἱ ἀλείφοντες αὐτὸν 16προφῆται τοῦ Ἰσραήλ, οἱ προφητεύοντες ἐπὶ Ἰερουσαλὴμ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ εἰρήνη οὐκ ἔστιν, λέγει Κύριος.

Reproof of False Prophetesses

17Καὶ σύ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν, καὶ προφήτευσον ἐπ᾽ αὐτὰς 18καὶ ἐρεῖς Τάδε λέγει Κύριος Οὐαὶ ταῖς συνραπτούσαις προσκεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέφειν ψυχάς. αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο, 19καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ ἕνεκεν κλασμάτων ἄρτων, τοῦ ἀποκτεῖναι ψυχὰς ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχὰς ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.

20διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφ᾽ ἃ ὑμεῖς συστρέφετε ἐκεῖ ψυχάς, καὶ διαρρήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν, καὶ ἐξαποστελῶ τὰς ψυχὰς ἃς ὑμεῖς ἐκστρέφετε τὰς ψυχὰς αὐτῶν εἰς διασκορπισμόν, 21καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν, καὶ ῥύσομαι τὸν λαὸν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. 22ἀνθ᾽ ὧν διεστρέφετε καρδίαν δικαίου, καὶ ἐγὼ οὐ διέστρεφον αὐτόν, καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόν, 23διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε, καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Ezekiel 12
Top of Page
Top of Page