2 Kings 1
Berean Greek Bible Par ▾ 

Elijah Denounces Ahaziah
(1 Kings 22:51–53)

1ΚΑΙ ἠθέτησεν Μωὰβ ἐν Ἰσραὴλ μετὰ τὸ ἀποθανεῖν Ἀχαάβ. 2καὶ ἔπεσεν Ὀχοζείας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ, καὶ ἠρρώστησεν· καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν πρὸς αὐτούς Δεῦτε καὶ ἐπιζητήσατε ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών, εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης· καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι᾽ αὐτοῦ. 3καὶ ἄγγελος Κυρίου ἐκάλεσεν Ἠλειοὺ τὸν Θεσβείτην λέγων Ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Ὀχοζείου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς Εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ἰσραὴλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; καὶ οὐχ οὕτως· 4ὅτι τάδε λέγει Κύριος Ἡ κλίνη ἐφ᾽ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ᾽ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. καὶ ἐπορεύθη Ἠλειοὺ καὶ εἶπεν πρὸς αὐτούς.

5καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν, καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι ἐπεστρέψατε; 6καὶ εἶπαν πρὸς αὐτόν Ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς Δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν Τάδε λέγει Κύριος Εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ἰσραὴλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη ἐφ᾽ ἧς ἀνέβης ὅτι οὐ καταβήσῃ ἀπ᾽ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. 7καὶ ἐλάλησεν πρὸς αὐτούς Τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους; 8καὶ εἶπον πρὸς αὐτόν Ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ· καὶ εἶπεν Ἠλειοὺ ὁ Θεσβείτης οὗτός ἐστιν.

9καὶ ἀπέστειλεν πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη πρὸς αὐτόν· καὶ ἰδοὺ Ἠλειοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέν σε, κατάβηθι. 10καὶ ἀπεκρίθη Ἠλειοὺ καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον Καὶ εἰ ἄνθρωπος θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεται σὲ καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.

11καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ· καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, τάδε λέγει ὁ βασιλεύς Ταχέως κατάβηθι. 12καὶ ἀπεκρίθη Ἠλειοὺ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Εἰ ἄνθρωπος θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.

13καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον καὶ τοὺς πεντήκοντα αὐτοῦ· καὶ ἦλθεν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ἠλειού, καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, ἐντιμωθήτω ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων ἐν ὀφθαλμοῖς σου· 14ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους· καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχή μου ἐν ὀφθαλμοῖς σου. 15καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς Ἠλειοὺ καὶ εἶπεν Κατάβηθι μετ᾽ αὐτοῦ, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν· καὶ ἀνέστη Ἠλειοὺ καὶ κατέβη μετ᾽ αὐτοῦ πρὸς τὸν βασιλέα. 16καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ἠλειού Τάδε λέγει Κύριος Τί ὅτι ἀπέστειλας ζητῆσαι ἐν τῇ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη ἐφ᾽ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ᾽ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.

Jehoram Succeeds Ahaziah

17καὶ ἀπέθανεν κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν Ἠλειού. 18καὶ τὰ λοιπὰ τῶν λόγων Ὀχοζείου ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 1 καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἔτη δέκα δύο, ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰθ βασιλέως Ἰούδα. 2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου, πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ· 3 καὶ ἀπέστειλεν τὰς στήλας τοῦ Βάαλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ καὶ συνέτριψεν αὐτάς· πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου Ἰεροβοὰμ ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ ἐκολλήθη, οὐκ ἀπέστη ἀπ᾽ αὐτῶν. 4 καὶ ἐθυμώθη ὀργῇ Κύριος εἰς τὸν οἶκον Ἀχαάβ.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




1 Kings 22
Top of Page
Top of Page