1 Chronicles 29
Berean Greek Bible Par ▾ 

Offerings for the Temple

1Καὶ εἶπεν Δαυεὶδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ Σαλωμὼν ὁ υἱός μου, εἷς ὃν ᾑρέτικεν ἐν αὐτῷ Κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ ἀλλ᾽ ἢ Κυρίῳ θεῷ. 2κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον θεοῦ μου χρυσίον, ἀργύριον, χαλκόν, σίδηρον, ξύλα, λίθους σόομ καὶ πληρώσεως καὶ λίθους πολυτελεῖς καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ πάριον πολύ. 3καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ θεοῦ μου ἔστιν μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον θεοῦ μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων, 4τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφεὶρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου, ἐξαλιφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ 5διὰ χειρὸς τεχνιτῶν. καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον Κυρίῳ;

6καὶ προεθύμησαν ἄρχοντες πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν Ἰσραήλ, καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι, καὶ οἱ προστάται τῶν ἔργων, καὶ οἱ οἰκοδόμοι τοῦ βασιλέως· 7καὶ ἔδωκαν εἰς τὰ ἔργα οἴκου Κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους, καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας, καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια, καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν. 8καὶ οἷς εὑρέθη παρ᾽ αὐτοῖς λίθος, ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου διὰ χειρὸς Βεσιὴλ τοῦ Γηρσομνεί.a 9καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ κυρίῳ, καὶ Δαυεὶδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως.

David’s Prayer of Blessing

10καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυεὶδ τὸν κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων Εὐλογητὸς εἶ, Κύριε ὁ θεὸς Ἰσραήλ, ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. 11σύ, Κύριε, ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις· ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος. 12παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις, Κύριε ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου, Παντοκράτωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα. 13καὶ νῦν, Κύριε, ἐξομολογούμεθά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου.

14καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός σου ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ τῶν σῶν δεδώκαμέν σοι. 15ὅτι πάροικοί ἐσμεν ἐναντίον σου, καὶ κατοικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν. ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή. 16Κύριε ὁ θεὸς ἡμῶν, πρὸς πᾶν τὸ πλῆθος τοῦτο ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου, ἐκ χειρός σού ἐστιν, καὶ σοὶ τὰ πάντα. 17καὶ ἔγνων, Κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας, καὶ δικαιοσύνην ἀγαπᾷς. ἐν ἁπλότητι καρδίας προεθυμήθην πάντα ταῦτα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι. 18Κύριε ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραὴλ τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα, καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρὸς σέ. 19καὶ Σαλωμὼν τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου, καὶ τοῦ ἐπὶ τέλος ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.

20καὶ εἶπεν Δαυεὶδ πάσῃ τῇ ἐκκλησίᾳ Εὐλογήσατε κύριον τὸν θεὸν ἡμῶν· καὶ εὐλόγησεν πᾶσα ἡ ἐκκλησία κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν, καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν Κυρίῳ καὶ τῷ βασιλεῖ.

Solomon Anointed King
(1 Kings 1:32–40)

21καὶ ἔθυσεν Δαυεὶδ τῷ κυρίῳ θυσίας, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας, μόσχους χιλίους, κριοὺς χιλίους, ἄρνας χιλίους, καὶ τὰς σπονδὰς αὐτῶν, καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ἰσραήλ. 22καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς, καὶ ἐβασίλευσαν τὸν Σαλωμὼν υἱὸν Δαυείδ, καὶ ἔχρισαν αὐτὸν τῷ κυρίῳ εἰς βασιλέα καὶ Σαδὼκ εἰς ἱερωσύνην. 23καὶ ἐκάθισεν Σαλωμὼν ἐπὶ θρόνου Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ εὐδοκήθη, καὶ ἐπήκουσαν αὐτοῦ πᾶς Ἰσραήλ. 24οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ οἱ υἱοὶ Δαυεὶδ τοῦ βασιλέως πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ. 25καὶ ἐμεγάλυνεν Κύριος τὸν Σαλωμὼν ἐπάνωθεν, ἐναντίον παντὸς Ἰσραήλ· καὶ ἔδωκαν αὐτῷ δόξαν βασιλέως ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ.

David’s Reign and Death
(1 Kings 2:10–12)

26Καὶ Δαυεὶδ υἱὸς Ἰεσσαὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ 27ἔτη τεσσεράκοντα, ἐν Χεβρὼν ἔτη ἑπτά, ἐν Ἰερουσαλὴμ ἔτη τριάκοντα τρία.

28καὶ ἐτελεύτησεν ἐν γήρει καλῷ, πλήρης ἡμερῶν, πλούτῳ καὶ δόξῃ· καὶ ἐβασίλευσεν Σαλωμὼν υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. 29οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυεὶδ οἱ πρότεροι καὶ οἱ ὕστεροι γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουὴλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων Ναθὰν τοῦ προφήτου καὶ ἐπὶ λόγων Γὰδ τοῦ βλέποντος, 30περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ, οἳ ἐγένοντο ἐπ᾽ αὐτῷ καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς. κατενίσχυσεν Σαλωμὼν υἱὸς Δαυεὶδ ἐπὶ τῆς βασιλείας αὐτοῦ· καὶ Κύριος ὁ θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ καὶ ηὔξησεν αὐτὸν εἰς ὕψος.


Footnotes:

8 a See 1 Chronicles 26:21.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




1 Chronicles 28
Top of Page
Top of Page