1 Chronicles 13
Berean Greek Bible Par ▾ 

David Fetches the Ark
(2 Samuel 6:1–4)

1Καὶ ἐβουλεύσατο Δαυεὶδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων παντὶ ἡγουμένῳ· 2καὶ εἶπεν Δαυεὶδ πάσῃ ἐκκλησίᾳ Ἰσραήλ Εἰ ἐφ᾽ ὑμῖν ἀγαθὸν καὶ παρὰ Κυρίου θεοῦ ἡμῶν εὐωδώθη, ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ὑμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ Ἰσραήλ, καὶ μετ᾽ αὐτῶν οἱ ἱερεῖς οἱ Λευεῖται ἐν πόλεσιν κατασχέσεως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς, 3καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν πρὸς ἡμᾶς· ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ᾽ ἡμερῶν Σαούλ. 4καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ.

5καὶ ἐκκλησίασεν Δαυεὶδ τὸν πάντα Ἰσραὴλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ἡμὰθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως Ἰαρείμ. 6καὶ ἀνήγαγεν αὐτὴν Δαυείδ· καὶ πᾶς Ἰσραὴλ ἀνέβη εἰς πόλιν Δαυείδ, ἣ ἦν τοῦ Ἰούδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ Κυρίου καθημένου ἐπὶ χερουβεὶν οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ. 7καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ θεοῦ ἐπὶ ἅμαξαν καινὴν ἐξ οἴκου Ἀμειναδάβ· καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν.

Uzzah Touches the Ark
(2 Samuel 6:5–11)

8καὶ Δαυεὶδ καὶ πᾶς Ἰσραὴλ παίζοντες ἐναντίον τοῦ θεοῦ ἐν πάσῃ δυνάμει, καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν.

9καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος· καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, καὶ ἐξέκλινεν αὐτὴν ὁ μόσχος.a 10καὶ ἐθυμώθη Κύριος ἐπὶ Ὀζά, καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν· καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ θεοῦ. 11καὶ ἠθύμησεν Δαυεὶδ ὅτι διέκοψεν Κύριος διακοπὴν ἐν Ὀζά, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Διακοπὴ Ὀζὰ ἕως τῆς ἡμέρας ταύτης. 12καὶ ἐφοβήθη Δαυεὶδ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσοίσω τὴν κιβωτὸν τοῦ θεοῦ πρὸς ἐμαυτόν; 13καὶ οὐκ ἀπέστρεψεν Δαυεὶδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυείδ, καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθθαίου. 14καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ θεοῦ ἐν οἴκῳ Ἀβεδδαρὰ τρεῖς μῆνας· καὶ εὐλόγησεν ὁ θεὸς Ἀβεδδαρὰμ καὶ πάντα τὰ αὐτοῦ.


Footnotes:

9 a See 2 Samuel 6:6.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




1 Chronicles 12
Top of Page
Top of Page