Proverbs 5
Swete's Septuagint ABP ▾  HEB ▾ 

Avoid Immorality

1Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς,

2ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν· αἴσθησις δὲ ἐμῶν χειλέων ἐντέλλεταί σοι.

3μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα·

4ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.

5τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται·

6ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.

7νῦν οὖν, υἱέ, ἄκουέ μου, καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους.

8μακρὰν ποίησον ἀπ᾽ αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς·

9ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου, καὶ σὸν βίον ἀνελεήμοσιν·

10ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων ἔλθωσιν·

11καὶ μεταμεληθήσῃ ἐπ᾽ ἐσχάτων, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου,

12καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου·

13οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με, οὐδὲ παρέβαλλον τὸ οὖς μου·

14παρ᾽ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς.

15πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.

16μὴ ὑπερεκχείσθω σοι ὕδατα ἐκ τῆς σῆς πηγῆς, εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα·

17ἔστω σοι μόνα ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι·

18ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου.

19ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι, ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ· ἐν γὰρ τῇ ταύτης φιλίᾳ συνπεριφερόμενος πολλοστὸς ἔσῃ.

20μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, μηδὲ συνέρχου ἀγκάλαις τῆς μὴ ἰδίας·

21ἐνώπιον γὰρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.

22παρανομίαι ἄνδρα ἀγρεύουσιν, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται.

23οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων, ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερίφη καὶ ἀπώλετο δι᾽ ἀφροσύνην.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Proverbs 4
Top of Page
Top of Page