Isaiah 62
Swete's Septuagint ABP ▾  HEB ▾ 

Zion's Salvation and New Name

1Διὰ Σειὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.

2καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ καινὸν ὃ ὁ κύριος ὀνομάσει αὐτό.

3καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου.

4καὶ οὐκέτι κληθήσῃ Καταλελιμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι Ἔρημος· σοὶ γὰρ κληθήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη, ὅτι εὐδόκησεν Κύριος ἐν σοί, καὶ ἡ γῆ σου συνοικισθήσεται.

5καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτως κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.

6Καὶ ἐπὶ τῶν τειχῶν σου, Ἰερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου.

7οὐκ ἔστιν γὰρ ὑμῖν ὅμοιος· ἐὰν διορθώσῃ, καὶ ποιήσῃ Ἰερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς.

8ὤμοσεν Κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματα τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου ἐφ᾽ ᾧ ἐμόχθησας·

9ἀλλ᾽ οἱ συναγαγόντες φάγονται αὐτὰ καὶ αἰνέσουσιν Κύριον, καὶ οἱ συναγαγόντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσιν ταῖς ἁγίαις μου.

10πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε, ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη.

11ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε τῇ θυγατρὶ Σειών Ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθόν, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ.

12καὶ καλέσει αὐτὸν Λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου, σὺ δὲ κληθήσῃ Ἐπιζητουμένη πόλις, καὶ Οὐκ ἐγκαταλελιμμένη.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Isaiah 61
Top of Page
Top of Page