Haggai 2
Swete's Septuagint ABP ▾  HEB ▾ 

Greater Glory in New Temple

1 2Εἰπὸν δὴ πρὸς Ζοροβαβὲλ τὸν Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων 3Τίς ἐξ ὑμῶν ὃς εἶδεν τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν; καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν. 4καὶ νῦν κατίσχυε, Ζοροβαβέλ, λέγει Κύριος, καὶ κατίσχυε, Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε· διότι μεθ᾽ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος ὁ παντοκράτωρ, 5καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· θαρσεῖτε. 6διότι λέγει Κύριος Παντοκράτωρ Ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν, 7καὶ συνσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν· καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος Παντοκράτωρ. 8ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος Παντοκράτωρ. 9διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος Παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος Παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον.

Blessings for a Defiled People

10Τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνὸς ἔτους δευτέρου ἐπὶ Δαρίου ἐγένετο λόγος Κυρίου πρὸς Ἁγγαῖον τὸν προφήτην λέγων 11Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐπερώτησον τοὺς ἱερεῖς νόμον λέγων 12Ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ, καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψέματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν Οὔ. 13καὶ εἶπεν Ἁγγαῖος Ἐὰν ἅψηται μεμιαμμένος ἀκάθαρτος ἐπὶ ψυχῇ ἐπὶ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν Μιανθήσεται. 14καὶ ἀπεκρίθη Ἁγγαῖος καὶ εἶπεν Οὕτως ὁ λαὸς οὗτος, καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει Κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας. 15καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω, πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου, 16τίνες ἦτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγένετο κριθῆς δέκα σάτα, καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι. 17ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ, πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρὸς μέ, λέγει Κύριος. 18ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα, ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνός, καὶ ἀπὸ τῆς ἡμέρας ἧς τεθεμελίωται ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν, 19εἰ ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω, καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥόα καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν· ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.

Zerubbabel the Lord's Signet Ring

20Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἁγγαῖον τὸν προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων 21Εἰπὸν πρὸς Ζοροβαβὲλ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα λέγων Ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν, 22καὶ καταστρέψω θρόνους βασιλέων, καὶ ὀλεθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν, καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ. 23ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Παντοκράτωρ, λήμψομαί σε Ζοροβαβὲλ τὸν τοῦ Σαλαθιὴλ τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σὲ ᾑρέτισα, λέγει Κύριος Παντοκράτωρ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Haggai 1
Top of Page
Top of Page