Genesis 5
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Descendants of Adam

1Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων. ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ, κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν· 2ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εὐλόγησεν αὐτούς. καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.

3ἔζησεν δὲ Ἀδὰμ διακόσια καὶ τριάκοντα ἔτη, καὶ ἐγέννησεν κατὰ τὴν εἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σήθ. 4ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδὰμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σὴθ ἑπτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 5καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδὰμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη, καὶ ἀπέθανεν.

6Ἔζησεν δὲ Σὴθ διακόσια καὶ πέντε ἔτη, καὶ ἐγέννησεν τὸν Ἐνώς. 7καὶ ἔζησεν Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτακόσια καὶ ἑπτὰ ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 8καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ ἐννακόσια δώδεκα ἔτη, καὶ ἀπέθανεν.

9Καὶ ἔζησεν Ἐνὼς ἑκατὸν ἐνενήκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Καινάν. 10καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καινὰν ἑπτακόσια καὶ δέκα πέντε ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 11καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς ἐννακόσια καὶ πέντε ἔτη, καὶ ἀπέθανεν.

12Καὶ ἔζησεν Καινὰν ἑκατὸν ἑβδομήκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Μαλελεήλ. 13καὶ ἔζησεν Καινὰν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ ἑπτακόσια καὶ τεσσεράκοντα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 14καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καινὰν ἐννακόσια καὶ δέκα ἔτη, καὶ ἀπέθανεν.

15Καὶ ἔζησεν Μαλελεὴλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη, καὶ ἐγέννησεν τὸν Ἰάρεδ. 16καὶ ἔζησεν Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 17καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεὴλ ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη, καὶ ἀπέθανεν.

God Takes Up Enoch

18Καὶ ἔζησεν Ἰάρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη, καὶ ἐγέννησεν τὸν Ἑνώχ. 19καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἑνὼχ ὀκτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 20καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη, καὶ ἀπέθανεν.

21Καὶ ἔζησεν Ἑνὼχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη, καὶ ἐγέννησεν τὸν Μαθουσάλα. 22εὐηρέστησεν δὲ Ἑνὼχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 23καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἑνὼχ τριακόσια ἑξήκοντα πέντε ἔτη. 24καὶ εὐηρέστησεν Ἑνὼχ τῷ θεῷ· καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός.

From Methuselah to Noah

25Καὶ ἔζησεν Μαθουσάλα ἑκατὸν καὶ ὀγδοήκοντα ἑπτὰ ἔτη, καὶ ἐγέννησεν τὸν Λάμεχ. 26καὶ ἔζησεν Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ ἑπτακόσια καὶ ὀγδοήκοντα δύο ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 27καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα ἃς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη, καὶ ἀπέθανεν.

28Καὶ ἔζησεν Λάμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη, καὶ ἐγέννησεν υἱόν. 29καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Νῶε λέγων Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Κύριος ὁ θεός. 30καὶ ἔζησεν Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 31καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη, καὶ ἀπέθανεν.

32Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησεν Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Genesis 4
Top of Page
Top of Page