Genesis 23
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Death and Burial of Sarah

1Ἐγένετο δὲ ἡ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά. 2καὶ ἀπέθανεν Σάρρα ἐν πόλει Ἀρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι· αὕτη ἐστὶν Χεβρὼν ἐν γῇ Χανάαν. ἦλθεν δὲ Ἀβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι. 3καὶ ἀνέστη Ἀβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ· καὶ εἶπεν Ἀβραὰμ τοῖς υἱοῖς Χὲτ λέγων 4Πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾽ ὑμῶν· δότε οὖν μοι κτῆσιν τάφου μεθ᾽ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ. 5ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς Ἀβραὰμ λέγοντες 6Μή, κύριε· ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σοῦ, τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ. 7ἀναστὰς δὲ Ἀβραὰμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς Χέτ. 8καὶ ἐλάλησεν πρὸς αὐτοὺς Ἀβραὰμ λέγων Εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σάαρ· 9καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μερίδι τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότε μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου. 10Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν ὁ Χετταῖος πρὸς Ἀβραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν, λέγων 11Παρ᾽ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου. τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοὶ δίδωμι· ἐναντίον τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου. 12καὶ προσεκύνησεν Ἀβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς· 13καὶ εἶπεν τῷ Ἐφρὼν εἰς τὰ ὦτα ἐναντίον παντὸς τοῦ λαοῦ τῆς γῆς Ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λάβε παρ᾽ ἐμοῦ, καὶ θάψον τὸν νεκρόν μου ἐκεῖ. 14ἀπεκρίθη δὲ Ἐφρὼν τῷ Ἀβραὰμ λέγων 15Οὐχί, κύριε, ἀκήκοα γάρ· τετρακοσίων διδράχμων ἀργυρίου· ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο; σὺ δὲ τὸν νεκρόν σου θάψον. 16καὶ ἤκουσεν Ἀβραὰμ τῷ Ἐφρών· καὶ ἀπεκατέστησεν Ἀβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐνπόροις.

17καὶ ἔστη ὁ ἀγρὸς Ἐφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρή, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν αὐτῷ, καὶ πᾶν δένδρον ὃ ἦν ἐν τῷ ἀγρῷ, ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ, 18τῷ Ἀβραὰμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν. 19μετὰ ταῦτα ἔθαψεν Ἀβραὰμ Σάρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρή· αὕτη ἐστὶν Χεβρὼν ἐν τῇ γῇ Χανάαν. 20καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν αὐτῷ τῷ Ἀβραὰμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χέτ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Genesis 22
Top of Page
Top of Page