2 Chronicles 36
Swete's Septuagint ABP ▾  HEB ▾ 

Jehoahaz King of Judah

1Καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωαχὰζ υἱὸν Ἰωσείου, καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ τοῦ πατρὸς αὐτοῦ. 2εἴκοσι καὶ τριῶν ἐτῶν Ἰωαχὰζ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. [1] καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀβειτὰλ θυγάτηρ Ἰερεμίου ἐκ Λοβενά. [2] καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ. [3] καὶ ἔδησεν αὐτὸν Φαραὼ Νεχαὼ ἐν Δαβλαθὰ ἐν γῇ Ἱεμὰθ τοῦ μὴ βασιλεύειν ἐν Ἰερουσαλήμ. 3καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον, καὶ ἐπέβαλεν φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου. 4καὶ κατέστησεν Φαραὼ Νεχαὼ τὸν Ἐλιακεὶμ υἱὸν Ἰωσωίου βασιλέως Ἰούδα ἀντὶ Ἰωσείου τοῦ πατρὸς αὐτοῦ, καὶ μετέστρεψεν τὸ ὄνομα αὐτοῦ Ἰωακείμ· καὶ τὸν Ἰωαχὰζ ἀδελφὸν αὐτοῦ ἔλαβεν Φαραὼ Νεχαὼ καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ. [1] καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν τῷ Φαραώ· τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι, τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα Φαραώ· καὶ ἕκαστος κατὰ δύναμιν ἀπῇτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς, δοῦναι τῷ Φαραὼ Νεχαώ.

Jehoiakim's Evil Reign in Judah

5Ὢν εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρὰ θυγάτηρ Νηρείου ἐκ Ῥαμά. καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. [1] ἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν, καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη, καὶ ἀπέστη ἀπ᾽ αὐτοῦ. [2] καὶ ἀπέστειλεν Κύριος ἐπ᾽ αὐτοῦ τοὺς Χαλδαίους καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβειτῶν καὶ υἱῶν Ἀμμὼν καὶ τῆς Σαμαρείας· καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον, κατὰ τὸν λόγον Κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν. [3] πλὴν θυμὸς Κυρίου ἦν ἐπὶ Ἰούδαν, τοῦ ἀποστῆναι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ Μανασσὴ ἐν πᾶσιν οἷς ἐποίησεν, [4] καὶ ἐν αἵματι ἀθῴῳ ᾧ ἐξέχεεν Ἰωακείμ· ἐνέπλησεν τὴν Ἰερουσαλὴμ αἵματος ἀθῴου· καὶ οὐκ ἠθέλησεν Κύριος ἐξολεθρεῦσαι αὐτούς. 6καὶ ἀνέβη ἐπ᾽ αὐτόν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα. 7καὶ μέρος τῶν σκευῶν οἴκου Κυρίου ἀπήνεγκεν εἰς Βαβυλῶνα, καὶ ἔθηκεν αὐτὰ ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι. 8καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακεὶμ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἐκοιμήθη Ἰωακεὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν γανοζαὴ μετὰ τῶν πατέρων αὐτοῦ. καὶ ἐβασίλευσεν Ἰεχονίας υἱός αὐτοῦ ἀντ᾽ αὐτοῦ.

Jehoiachin's Evil Reign in Judah

9Ὀκτὼ ἐτῶν Ἰεχονίας ἐν τῷ βασιλεύειν αὐτόν, καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου.

10καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονοσὸρ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου Κυρίου· καὶ ἐβασίλευσεν Σεδεκίαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ Ἰούδαν καὶ Ἰερουσαλήμ.

Zedekiah King of Judah

11Ἐτῶν εἴκοσι ἑνὸς Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαμήμ. 12καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου θεοῦ αὐτοῦ· οὐκ ἐνετράπη ἀπὸ προσώπου Ἰερεμίου τοῦ προφήτου καὶ ἐκ στόματος Κυρίου, 13ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονοσὸρ ἀθετῆσαι ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ θεοῦ, καὶ ἐσκλήρυνεν τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσεν τοῦ μὴ ἐπιστρέψαι πρὸς Κύριον θεὸν Ἰσραήλ. 14καὶ πάντες οἱ ἔνδοξοι Ἰούδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυνεν τοῦ ἀθετῆσαι ἀθετήατα βδελυγμάτων ἐθνῶν, καὶ ἐμίαναν τὸν οἶκον Κυρίου τὸν ἐν Ἰερουσαλήμ.

The Fall of Jerusalem

15καὶ ἐξαπέστειλεν Κύριος ὁ θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρί, ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ καὶ τοῦ ἁγιάσματος αὐτοῦ. 16καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐξουδενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς Κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα. 17καὶ ἤγαγεν ἐπ᾽ αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινεν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ· καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου, καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησαν, καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ πάντα παρέδωκεν ἐν χερσὶν αὐτῶν. 18καὶ πάντα τὰ σκεύη οἴκου θεοῦ τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυρούς, καὶ πάντας τοὺς θησαυροὺς βασιλέως καὶ μεγιστάνων, καὶ πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα. 19καὶ ἐνέπρησεν τὸν οἶκον Κυρίου, καὶ κατέσκαψεν τὸ τεῖχος Ἰερουσαλήμ, καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρί, καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν. 20καὶ ἀπῴκισεν τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων, 21τοῦ πληρωθῆναι λόγον Κυρίου διὰ στόματος Ἰερεμίου, ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι, εἰς συνπλήρωσιν ἐτῶν ἑβδομήκοντα.

The Proclamation of Cyrus

22Ἔτους πρώτου βασιλέως Περσῶν, μετὰ τὸ πληρωθοῆναι ῥῆμα Κυρίου διὰ στὸματος Ἰερεμίου, ἐξήγειρεν Κύριος τὸ πνεῦμα κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλεν κηρῦξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων 23Τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν πάσαις ταῖς βασιλείαις τῆς γῆς Ἔδωκέν μοι Κύριος ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν Ἰερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ· τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; ἔσται ὁ θεός αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ ἀναβήτω.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Chronicles 35
Top of Page
Top of Page