1 Chronicles 9
Swete's Septuagint ABP ▾  HEB ▾ 

People of Jerusalem

1Καὶ πᾶς Ἰσραὴλ ὁ συνλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα μετὰ τῶν κατοικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν.

2Καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ἰσραήλ, υἱοὶ Λευεῖται, οἱ ἱερεῖς καὶ οἱ δεδομένοι. 3καὶ ἐν Ἰερουσαλὴμ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ἰούδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμεὶν καὶ τῶν υἱῶν Ἐφράιμ καὶ Μανασσή. 4καὶ Γωθεὶ καὶ υἱὸς Σαμμιοὺ υἱοῦ Ἀμρεί, υἱοὶ υἱῶν Φάρες καὶ υἱοῦ Ἰούδα. 5καὶ ἐκ τῶν Σηλωνεὶ Ἀσαιὰ πρωτότοκος αὐτοῦ. 6ἐκ τῶν υἱῶν Ζάρα Ἐπειὴλ καὶ ἀδελφοὶ αὐτῶν ἑξακόσιοι καὶ ἐνενήκοντα. 7καὶ ἐκ τῶν υἱῶν Βενιαμεὶν Σαλὼμ υἱὸς Μοολλὰμ υἱὸς Ὁδυιὰ υἱὸς Ἁανά, 8καὶ Βαναὰμ υἱὸς Ἰραάμ· καὶ οὗτοι υἱοὶ Ὀζεὶ υἱοῦ Μαχείρ· καὶ Μασεαλὴμ υἱὸς Σαφατιὰ υἱοῦ Ῥαγουὴλ υἱοῦ Βαναιά, 9καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν ἐννακόσιοι πεντήκοντα ἕξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν.

The Returning Priests

10Καὶ ἀπὸ τῶν ἱερέων Ἰωδᾶε καὶ Ἰωαρεὶμ καὶ Ἰαχεὶν 11καὶ Ἀζαριὰ υἱοὶ Χελκειὰ υἱοῦ Μοσολλὸμ υἱοῦ Σαδὼκ υἱοῦ Μαρμὼθ υἱοῦ Ἀχειτὼβ ἡγούμενος οἴκου τοῦ θεοῦ, 12καὶ Ἀδαιὰ υἱὸς Ἰραὰμ υἱοῦ Πασχὼρ υἱοῦ Μαλχειά, καὶ Μαασαιὰ υἱὸς Ἀδιὴλ υἱοῦ Ἰεδειοὺ υἱοῦ Μοσολλὰμ υἱοῦ Μασελμὼθ υἱοῦ Ἐμήρ, 13καὶ ἀδελφοὶ αὐτῶν, ἄρχοντες οἴκων πατριῶν, χίλιοι ἑπτακόσιοι ἑξήκοντα, ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ.

The Returning Levites

14Καὶ ἐκ τῶν Λευειτῶν Σαμαιὰ υἱὸς Ἁσὼβ υἱοῦ Ἐσρεικὰν υἱοῦ Ἁσαβιὰ ἐκ τῶν υἱῶν Μεραρεί, 15καὶ Βακὰρ καὶ Ῥαραιήλ, Γαλαὰδ καὶ Μανθανίας υἱὸς Μειχὰ υἱοῦ Ζεχρεὶ υἱοῦ Ἀσάφ, 16καὶ Ἀβδειὰ υἱὸς Σαμειὰ υἱοῦ Γαλαὰδ υἱοῦ Ἰωθών, καὶ Βαραχεὶ υἱὸς Ὀσσὰ υἱοῦ Ἠλκανὰ ὁ κατοικῶν ἐν ταῖς κώμαις Νωτεφατεί.

Gatekeepers in Jerusalem

17οἱ πυλωροί· Σαλώμ, Ἀκούμ, Ταμμὰμ καὶ Αἰμὰμ καὶ ἀδελφοὶ αὐτῶν, Σαλὼμ ὁ ἄρχων· 18καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ᾽ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευεί. 19καὶ Σαλωμὼν υἱὸς Κωρὴβ υἱοῦ Ἀβιασὰφ υἱοῦ Κόρε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορεῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς· καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς φυλάσσοντες τὴν εἴσοδον. 20καὶ Φεινεὲς υἱὸς Ἐλεαζὰρ ἡγούμενος ἦν ἐπ᾽ αὐτῶν ἔμπροσθεν, καὶ οὗτοι μετ᾽ αὐτοῦ. 21Ζαχαρίας υἱὸς Μασαλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 22πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησεν Δαυεὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν. 23καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ τῆς σκηνῆς, τοῦ φυλάσσειν. 24κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατ᾽ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον. 25καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων· 26ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν. οἱ Λευεῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν· 27ὅτι ἐπ᾽ αὐτοὺς φυλακή· καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.

28καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν. 29καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια, καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων. 30καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα. 31καὶ Ματταθίας ἐκ τῶν Λευειτῶν, οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορείτῃ, ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως. 32καὶ Βααναίας ὁ Κααθείτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως, τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον.

33καὶ οὗτοι ψαλτῳδοί, ἄρχοντες τῶν πατριῶν τῶν Λευειτῶν, διατεταγμέναι ἐφημερίαι· ὅτι ἡμέρα καὶ νὺξ ἐπ᾽ αὐτοῖς ἐν τοῖς ἔργοις. 34οὗτοι ἄρχοντες τῶν πατριῶν, κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατοίκησαν ἐν Ἰερουσαλήμ.

Descendants of Saul

35Καὶ ἐν Γαβαὼν κατῴκησεν πατὴρ Γαβαὼν Εἰιήλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχά· 36καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Σαβαδών, καὶ Ἰσεὶρ καὶ Κεὶς καὶ Βάαλ καὶ Νὴρ καὶ Ναδὰβ 37καὶ Ἰεδοὺρ καὶ ἀδελφὸς καὶ Ζαχαριὰ καὶ Μακελλώθ. 38καὶ Μακελλὼθ ἐγέννησεν τὸν Σαμαά· καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἰερουσαλὴμ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. 39καὶ Νὴρ ἐγέννησεν τὸν Κείς, καὶ Κεὶς ἐγέννησεν τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησεν τὸν Ἰωναθὰν καὶ τὸν Μελχεισοῦε καὶ τὸν Ἀμειναδὰβ καὶ τὸν Ἰεβάαλ. 40καὶ υἱὸς Ἰωναθὰν Μαρειβάαλ· καὶ Μαρειβάαλ ἐγέννησεν τὸν Μειχά. 41καὶ υἱοὶ Μειχά· Φαιθὼν καὶ Μάλαχ καὶ Θαράχ. 42καὶ Ἀχὰζ ἐγέννησεν τὸν Ἰαδά, καὶ Ἰαδὰ ἐγέννησεν τὸν Γαμέλεθ καὶ τὸν Γαζάωθ καὶ τὸν Ζαμβρεί, καὶ Ζαμβρεὶ ἐγέννησεν τὸν Μασσά, 43καὶ Μασσὰ ἐγέννησεν τὸν Βαανά, Ῥαφαιὰ υἱὸς αὐτοῦ, Ἐσαὴλ υἱὸς αὐτοῦ. 44καὶ τῷ Ἐσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐσδρεικὰν πρωτότοκος αὐτοῦ, Ἰσμαὴλ καὶ Σαριὰ καὶ Ἀβδειὰ καὶ Ἁνάν· οὗτοι υἱοὶ Ἐσήλ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Chronicles 8
Top of Page
Top of Page