|
34 καὶ ἐὰν δανίσητε παρ’ ὧν ἐλπίζετε λαβεῖν ποία ὑμῖν χάρις ἐστίν καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα 35 Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς καὶ ἔσεσθε υἱοὶ Ὑψίστου ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς Luke 6:34-35, Hebrew & Greek Study Bible. Public domain.
|



