|
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω 38 ὁ πιστεύων εἰς ἐμέ καθὼς εἶπεν ἡ γραφή Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος 39 τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν οὔπω γὰρ ἦν Πνεῦμα ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη John 7:37-39, Hebrew & Greek Study Bible. Public domain.
|



