|
14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος 15 Οἱ δὲ πρὸς αὐτὴν εἶπαν Μαίνῃ ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν οἱ δὲ ἔλεγον Ὁ ἄγγελός ἐστιν αὐτοῦ 16 Ὁ δὲ Πέτρος ἐπέμενεν κρούων ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν Acts 12:14-16, Hebrew & Greek Study Bible. Public domain.
|



