|
18 πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἔστιν Ναί καὶ Οὔ 19 ὁ τοῦ Θεοῦ γὰρ Υἱὸς Χριστὸς Ἰησοῦς ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου οὐκ ἐγένετο Ναί καὶ Οὔ ἀλλὰ Ναί ἐν αὐτῷ γέγονεν 20 ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ ἐν αὐτῷ τὸ Ναί διὸ καὶ δι’ αὐτοῦ τὸ Ἀμὴν τῷ Θεῷ πρὸς δόξαν δι’ ἡμῶν 2 Corinthians 1:18-20, Hebrew & Greek Study Bible. Public domain.
|



