|
45 οὕτως καὶ γέγραπται Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν 46 Ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν ἔπειτα τὸ πνευματικόν 47 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ 48 οἷος ὁ χοϊκός τοιοῦτοι καὶ οἱ χοϊκοί καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι 49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου 1 Corinthians 15:45-49, Hebrew & Greek Study Bible. Public domain.
|



