Jephthah Defeats Ephraim 1Καὶ ἐβόησεν ἀνὴρ Ἐφράιμ, καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ἰεφθάε Διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί. 2καὶ εἶπεν Ἰεφθάε πρὸς αὐτούς Ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Ἀμμὼν σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν. 3καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Ἀμμών, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπ᾽ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί; 4καὶ συνέστρεψεν Ἰεφθάε τοὺς πάντας ἄνδρας Γαλαὰδ καὶ παρετάξατο τῷ Ἐφράιμ· καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν Ἐφράιμ, ὅτι εἶπαν οἱ διασωζόμενοι τοῦ Ἐφράιμ Ὑμεῖς Γαλαὰδ ἐν μέσῳ τοῦ Ἐφράιμ καὶ ἐν μέσῳ τοῦ Μανασσή. 5καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφράιμ· καὶ εἶπαν αὐτοῖς οἱ διασωζόμενοι Ἐφράιμ Διαβῶμεν· καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαάδ Μὴ Ἐφραθείτης εἶ; καὶ εἶπεν Οὔ. 6καὶ εἶπαν αὐτῷ Εἰπὸν δή Στάχυς. καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως, καὶ ἐπελάβοντο αὐτοῦ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ἰορδάνου· καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἐφράιμ τεσσεράκοντα δύο χιλιάδες. 7Καὶ ἔκρινεν Ἰεφθάε τὸν Ἰσραὴλ ἑξήκοντα ἔτη· καὶ ἀπέθανεν Ἰεφθάε ὁ Γαλααδείτης, καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλαάδ. Ibzan, Elon, and Abdon 8Καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ἰσραὴλ Ἀβαισὰν ἀπὸ Βαιθλέεμ. 9καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν· καὶ ἔκρινεν τὸν Ἰσραὴλ ἑπτὰ ἔτη. 10καὶ ἀπέθανεν Ἀβαισάν, καὶ ἐτάφη ἐν Βαιθλέεμ. 11Καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ἰσραὴλ Αἰλὼμ ὁ Ζαβουλωνείτης δέκα ἔτη. 12καὶ ἀπέθανεν Αἰλὼμ ὁ Ζαβουλωνείτης, καὶ ἐτάφη ἐν Αἰλὼμ ἐν γῇ Ζαβουλών. 13Καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ἰσραὴλ Ἀβδὼν υἱὸς Ἑλλὴλ ὁ Φαραθωνείτης.
14καὶ ἦσαν αὐτῷ τεσσεράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοί, ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους· καὶ ἔκρινεν τὸν Ἰσραὴλ ὀκτὼ ἔτη.
15καὶ ἀπέθανεν Ἀβδὼν υἱὸς Ἑλλὴλ ὁ Φαραθωνείτης, καὶ ἐτάφη ἐν Φαραθὼμ ἐν γῇ Ἐφράιμ ἐν ὄρει τοῦ Ἀμαλήκ. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |