2 Samuel 4
Berean Greek Bible Par ▾ 

The Murder of Ish-bosheth

1Καὶ ἤκουσεν Μεμφιβόσθε υἱὸς Σαοὺλ ὅτι τέθνηκεν Ἀβεννὴρ ἐν Χεβρών, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ἰσραὴλ παρείθησαν. 2καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Μεμφιβόσθε υἱῷ Σαούλ· ὄνομα τῷ ἑνὶ Βαανά, καὶ ὄνομα τῷ δευτέρῳ Ῥηχάβ, υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμείν, ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμείν. 3καὶ ἀπέδρασαν οἱ Βηρωθαῖοι εἰς Γεθθάι, καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης.

4Καὶ τῷ Ἰωναθὰν υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε, καὶ οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ Ἰωναθὰν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ἰσραήλ, καὶ ἦρεν αὐτὸν ὁ τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν· καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὸν καὶ ἀναχωρεῖν, καὶ ἔπεσεν καὶ ἐχωλάνθη· καὶ ὄνομα αὐτῷ Μεμφιβόσθε.

5Καὶ ἐπορεύθησαν υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου Ῥεκχὰ καὶ Βαὰμ καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβόσθε, καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας. 6καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν, καὶ Ῥεκχὰ καὶ Βαμμὰ οἱ ἀδελφοὶ διέλαθον 7καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ Μεμφιβόσθε ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ· καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν, καὶ ἀναφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ, καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα. 8καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβόσθε τῷ Δαυεὶδ εἰς Χεβρών, καὶ εἶπαν πρὸς τὸν βασιλέα Ἰδοὺ ἡ κεφαλὴ Μεμφιβόσθε υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου· καὶ ἔδωκεν Κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ.

The Execution of Rechab and Baanah

9καὶ ἀπεκρίθη Δαυεὶδ τῷ Ῥεκχὰ καὶ τῷ Βαὰμ ἀδελφῷ αὐτοῦ υἱοῖς Ῥεμμὼν τοῦ Βηρωθαίου καὶ εἶπεν αὐτοῖς Ζῇ Κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, 10ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκεν Σαοὺλ καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελάκ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια. 11καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάνκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεθρεύσω ὑμᾶς ἐκ τῆς γῆς. 12καὶ ἐνετείλατο Δαυεὶδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτούς· καὶ κολοβοῦσιν τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρών, καὶ τὴν κεφαλὴν Μεμφιβόσθε ἔθαψαν ἐν τῷ τάφῳ Ἀβεννὴρ υἱοῦ Νήρ.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Samuel 3
Top of Page
Top of Page