David Again Spares Saul 1Καὶ ἔρχονται οἱ Ζειφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαοὺλ εἰς τὸν βουνὸν λέγοντες Ἰδοὺ Δαυεὶδ σκεπάζεται μεθ᾽ ἡμῶν ἐν τῷ βουνῷ τῷ Χελμὰθ τοῦ κατὰ πρόσωπον τοῦ Ἰεσσαιμού. 2καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζείφ, καὶ μετ᾽ αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ἰσραήλ, ζητεῖν τὸν Δαυεὶδ ἐν τῇ ἐρήμῳ Ζείφ. 3καὶ παρενέβαλεν Σαοὺλ ἐν τῷ βουνῷ τοῦ Ἑχελὰ ἐπὶ προσώπου τοῦ Ἰεσσαιμοὺ ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυεὶδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ· καὶ εἶδεν Δαυεὶδ ὅτι ἥκει Σαοὺλ ὀπίσω αὐτοῦ εἰς τὴν ἔρημον. 4καὶ ἀπέστειλεν Δαυεὶδ κατασκόπους, καὶ ἔγνω ὅτι ἥκει Σαοὺλ ἕτοιμος ἐκ Κεειλά. 5καὶ ἀνέστη Δαυεὶδ λάθρα καὶ εἰσπορεύεται εἰς τὸν τόπον οὗ ἐκάθευδεν ἐκεῖ Σαούλ, καὶ ἐκεῖ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος αὐτοῦ· καὶ Σαοὺλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ. 6καὶ ἀπεκρίθη Δαυεὶδ καὶ εἶπεν πρὸς Ἀβειμέλεχ τὸν Χετταῖον καὶ πρὸς Ἀβεσσὰ υἱὸν Σαρουίας ἀδελφὸν Ἰωὰβ λέγων Τίς εἰσελεύσεται μετ᾽ ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν Ἀβεισά Ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ. 7καὶ εἰσπορεύεται Δαυεὶδ καὶ Ἀβεισὰ εἰς τὸν λαὸν τὴν νύκτα, καὶ ἰδοὺ Σαοὺλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ αὐτοῦ ἐνπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ, καὶ Ἀβεννὴρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδεν κύκλῳ αὐτοῦ. 8καὶ εἶπεν Ἀβεισὰ πρὸς Δαυείδ Ἀπέκλεισεν σήμερον Κύριος τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου· καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ, καὶ οὐ δευτερώσω αὐτῷ. 9καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβεισά Μὴ ταπεινώσῃς αὐτόν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν Κυρίου καὶ ἀθῳωθήσεται; 10καὶ εἶπεν Δαυείδ Ζῇ Κύριος, ἐὰν μὴ Κύριος παιδεύσῃ αὐτόν, ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, ἢ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ· 11μηδαμῶς μοι παρὰ Κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου. καὶ νῦν λάβε δὴ τὸ δόρυ ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν καθ᾽ ἑαυτούς. 12καὶ ἔλαβεν Δαυεὶδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἀπῆλθον καθ᾽ ἑαυτούς· καὶ οὐκ ἦν ὁ βλέπων, καὶ οὐκ ἦν ὁ γινώσκων, καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος· πάντες ὑπνοῦντες, ὅτι θάμβος Κυρίου ἐπέσεν ἐπ᾽ αὐτούς. David Reproves Abner 13καὶ διέβη Δαυεὶδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν. 14καὶ προσεκαλέσατο Δαυεὶδ τὸν λαόν, καὶ τῷ Ἀβεννὴρ ἐλάλησεν λέγων Οὐκ ἀποκριθήσει, Ἀβεννήρ; καὶ εἶπεν Τίς εἶ σὺ ὁ καλῶν; 15καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβεννὴρ Οὐκ ἀνὴρ σύ; καὶ τίς ὡς σὺ ἐν Ἰσραήλ; καὶ διὰ τί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα; ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαφθεῖραι τὸν βασιλέα κύριόν σου. 16καὶ οὐκ ἀγαθὸν τὸ ῥῆμα τοῦτο ὃ πεποίηκας· ζῇ Κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα κύριον ὑμῶν τὸν χριστὸν Κυρίου· καὶ νῦν ἴδε δὴ τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος, ποῦ ἐστιν τὰ πρὸς κεφαλῆς αὐτοῦ. 17καὶ ἐπέγνω Σαοὺλ τὴν φωνὴν τοῦ Δαυεὶδ καὶ εἶπεν Ἡ φωνή σου, τέκνον, αὕτη, Δαυείδ; καὶ εἶπεν Δαυείδ Δοῦλός σου, κύριε βασιλεῦ. 18καὶ εἶπεν Ἵνα τί τοῦτο καταδιώκει ὁ κύριος ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα, καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα; 19καὶ νῦν ἀκουσάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ θεὸς ἐπισείει σε ἐπ᾽ ἐμέ, ὀσφρανθείη θυσίας σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον Κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίσθαι ἐν κληρονομίᾳ Κυρίου, λέγοντες Πορεύου, δούλευε θεοῖς ἑτέροις. 20καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξ ἐναντίας προσώπου Κυρίου· ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ἰσραὴλ ζητεῖν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσιν. Saul Acknowledges His Sin 21καὶ εἶπεν Σαούλ Ἡμάρτηκα· ἐπίστρεφε, τέκνον Δαυείδ· ὅτι οὐ κακοποιήσω σε, ἀνθ᾽ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου· καὶ ἐν τῇ σήμερον μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα.
22καὶ ἀπεκρίθη Δαυεὶδ καὶ εἶπεν Ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως, διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό.
23καὶ Κύριος ἐπιστρέψει ἑκάστῳ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ· ὡς παρέδωκέν σε Κύριος σήμερον εἰς χεῖράς μου, καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου.
24καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον Κυρίου, καὶ σκεπάσαι με· καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως.
25καὶ εἶπεν Σαοὺλ πρὸς Δαυείδ Εὐλογημένος σύ, τέκνον, καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσει. καὶ ἀπῆλθεν Δαυεὶδ εἰς τὸν τόπον αὐτοῦ, καὶ Σαοὺλ ἀνέστρεψεν εἰς τὴν ὁδὸν αὐτοῦ. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |