1 Chronicles 8
Berean Greek Bible Par ▾ 

Genealogy from Benjamin to Saul

1Καὶ Βενιαμεὶν ἐγέννησεν Βελελεὴλ πρωτότοκον αὐτοῦ καὶ Σαβὰ τὸν δεύτερον, Ἰαφαὴλ τὸν τρίτον, 2Ἰωὰ τὸν τέταρτον, καὶ Ῥαφὴ τὸν πέμπτον. 3καὶ ἦσαν υἱοὶ τῷ Βάλε· Ἀλεὶ καὶ Γηρὰ καὶ Ἀβιοὺδ 4καὶ Ἀβεισάμας καὶ Νοομὰ καὶ Ἀχιὰ 5καὶ Γερὰ καὶ Σωφαρφὰκ καὶ Ὡίμ. 6οὗτοι υἱοὶ Ἀώδ· οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Γάβερ, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαχαναθεί·

7καὶ Νοομὰ καὶ Ἀχειὰ καὶ Γηρά· οὗτος Ἱγαάμ, ἐγέννησεν τὸν Ναανὰ καὶ τὸν Ἰαχειχώλ. 8καὶ Σααρὴλ ἐγέννησεν ἐν τῷ πεδίῳ Μωὰβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Σωσὶν καὶ τὴν Ἰβααδὰ γυναῖκα αὐτοῦ. 9καὶ ἐγέννησεν ἐκ τῆς Ἅδα γυναικὸς αὐτοῦ τὸν Ἰωβὰβ καὶ τὸν Ἰεβιὰ καὶ τὸν Μισὰ καὶ τὸν Μελχὰς 10καὶ τὸν Ἰδὼς καὶ τὸν Σαβιὰ καὶ τὸν Ἰμαμά· οὗτοι ἄρχοντες πατριῶν. 11καὶ ἐκ τῆς Ὡσιμὲν ἐγέννησεν τὸν Ἀβιτὼβ καὶ τὸν Ἀλφάαδ. 12καὶ υἱοὶ Ἀλφάαδ· Ὠβήδ, Μεσσαάμ, Σήμηρ· οὗτος ᾠκοδόμησεν τὴν Ὠνὰν καὶ τὰς κώμας αὐτῆς· 13καὶ Βεριγὰ καὶ Σάμα· οὗτοι ἄρχοντες τῶν πατριῶν τοῖς κατοικοῦσιν Αἰλάμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γέθ. 14καὶ ἀδελφὸς αὐτοῦ Σωκὴλ καὶ Ἰαρειμὼθ 15καὶ Ἀζαβαβιὰ καὶ Ὠρὴρ καὶ Ὤδηδ 16καὶ Μειχαὴλ καὶ Σαφὰν καὶ Ἰωαχάν, υἱοὶ Βαρειγά· 17καὶ Ζαβαδιὰ καὶ Μοσολλὰμ καὶ Ἁζακεὶ καὶ Ἅβαρ 18καὶ Σαμαρεὶ καὶ Ζαρειὰ καὶ Ἰωάβ, υἱοὶ Ἐλχάαδ· 19καὶ Ἰακεὶμ καὶ Ζαχρεὶ καὶ Ζαβδεὶ 20καὶ Ἐλιωλιαὰ καὶ Σαλθεὶ καὶ Ἐλιηλεὶ 21καὶ Ἀβιὰ καὶ Βεριγὰ καὶ Βαραιὰ καὶ Σαμαράθ, υἱοὶ Σαμαείθ· 22καὶ Ἰσφὰν καὶ Ὤβδη καὶ Ἐλεὴλ 23καὶ Ἀβαδὼν καὶ Ζεχρεὶ καὶ Ἁνὰν 24καὶ Ἁνανιὰ καὶ Ἀμβρεὶ καὶ Αἰλὰμ καὶ Ἀνωθαὶθ 25καὶ Ἀθεὶν καὶ Ἰεφερειὰ καὶ Φελιήλ, υἱοὶ Σωιήκ· 26καὶ Ἰσμασαριὰ καὶ Σαραιὰ καὶ Ὀγοθολιὰ 27καὶ Ἰασαραιὰ καὶ Σαραιὰ καὶ Ἠλιὰ καὶ Ζαχρεὶ υἱοὶ Ἰραάμ. 28οὗτοι ἄρχοντες πατριῶν, κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ἰερουσαλήμ.

29καὶ ἐν Γαβαὼν κατῴκησεν πατὴρ Γαβαών, καὶ ὄνομα γυναικὶ αὐτοῦ Μολχά· 30καὶ υἱὸς αὐτῆς ὁ πρωτότοκος Ἀβαλών, καὶ Σοὺρ καὶ Κεὶς καὶ Βααλακαὶμ καὶ Ἀδὰδa 31καὶ Δοὺρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζάχουρ καὶ Μακαλώθ.b 32καὶ Μακαλὼθ ἐγέννησεν τὸν Σεμαά. καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἰερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν.c

The Family of Saul

33καὶ Νὴρ ἐγέννησεν τὸν Κείς, καὶ Κεὶς ἐγέννησεν τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησεν τὸν Ἰωναθὰν καὶ τὸν Μελχεσοῦε καὶ τὸν Ἀμειναδὰβ καὶ τὸν Ἀσαβάλ.d 34καὶ υἱοὶ Ἰωναθὰν Μεριβάαλ· καὶ Μεριβάαλ ἐγέννησεν τὸν Μιχιά. e 35καὶ υἱοὶ Μιχιά· Φιθὼν καὶ Μελχὴλ καὶ Θερέε καὶ Ζάκ. f 36καὶ Ζὰκ ἐγέννησεν τὸν Ἰὰδ καὶ Ἰαδά, καὶ Ἰαδὰ ἐγέννησεν τὸν Σαλαιμὰθ καὶ τὸν Σαλμὼ καὶ τὸν Ζαμβρεί, καὶ ἐγέννησεν Ζαμβρεὶ τὸν Μαισά·g 37καὶ Μαισὰ ἐγέννησεν τὸν Βανά· Ῥαφαὶ υἱὸς αὐτοῦ, Σαλασὰθ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ.h 38καὶ τῷ Ἐσὴλ ἕξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρεικαὶ πρωτότοκος αὐτοῦ, καὶ Ἰσμαὴλ καὶ Σαραιὰ καὶ Ἀβδειὰ καὶ Ἁνάν· πάντες οὗτοι υἱοὶ Ἐσήλ. 39καὶ υἱοὶ Ἄσηλ ἀδελφοῦ αὐτοῦ· Αἰλὰμ πρωτότοκος αὐτοῦ, καὶ Γὰγ ὁ δεύτερος· Ἐλιφάλεις ὁ τρίτος. 40καὶ ἦσαν υἱοὶ Αἰλεὶμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμείν.


Footnotes:

30 a See 1 Chronicles 9:36.
31 b See 1 Chronicles 9:37.
32 c See 1 Chronicles 9:38.
33 d See 2 Samuel 2:8.
34 e See 2 Samuel 4:4 and 2 Samuel 9:12.
35 f See 1 Chronicles 9:41.
36 g See 1 Chronicles 9:42.
37 h See 1 Chronicles 9:43.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




1 Chronicles 7
Top of Page
Top of Page