1 Chronicles 27
Berean Greek Bible Par ▾ 

Twelve Captains for Twelve Months

1Καὶ οἱ υἱοὶ Ἰσραὴλ κατ᾽ ἀριθμὸν αὐτῶν ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνός, εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες.

2καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου Σοβὰλ ὁ τοῦ Ζαβδειήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 3ἀπὸ τῶν υἱῶν Φάρες ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου. 4καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδειὰ ὁ Ἐκχώχ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως.a 5ὁ τρίτος τὸν μῆνα τὸν τρίτον Βαναίας ὁ τοῦ Ἰωδᾶε ὁ ἱερεὺς ὁ ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 6αὐτὸς Βαναίας δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Λαιβαζὰθ υἱὸς αὐτοῦ. 7ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ἀσαὴλ ὁ ἀδελφὸς Ἰωὰβ καὶ Ἀβδείας ὁ υἱὸς αὐτοῦ καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 8ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαλαὼθ ὁ Ἐσρᾶε, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες.b 9ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Ὀδουίας ὁ τοῦ Ἐκκὴς ὁ Θεκωνείτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 10ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χέσλης ὁ ἐκ Φαλλοὺς ἀπὸ τῶν υἱῶν Ἐφράιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 11ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαὶ ὁ Ἱσαθεὶ τῷ Ζαριά, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 12ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Ἀβιέζερ ἐξ Ἀναθὼθ ἐκ γῆς Βενιαμείν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 13ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρὰ ὁ ἐκ Νετουφὰτ τῷ Ζαρεί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 14ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναίας ὁ ἐκ Φαραθὼν τῶν υἱῶν Ἐφράιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 15ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδειὰ ὁ ἐκ Νετωφατεὶ τῷ Γοθονιήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.c

The Leaders of the Twelve Tribes

16Καὶ ἐπὶ τῶν φυλῶν Ἰσραήλ, τῶν Ῥουβὴν ἡγούμενος Ἐλιέζερ ὁ τοῦ Ζεχρεί· τῷ Συμεὼν Σαφατίας ὁ τοῦ Μαχά· 17τῷ Λευεὶ Ἁσαβίας ὁ τοῦ Σαμουήλ· τῷ Ἀαρὼν Σαδώκ· 18τῷ Ἰούδᾳ Ἐλιὰβ τῶν ἀδελφῶν Δαυείδ· τῷ Ἰσσαχὰρ Ἀμβρεὶ ὁ τοῦ Μεισαήλ· 19τῷ Ζαβουλὼν Σαμαίας ὁ τοῦ Ἀβδειού· τῷ Νεφθαλεὶ Ἐρειμὼθ ὁ τοῦ Ἐσρειήλ· 20τῷ Ἐφράιμ Ὠσὴ ὁ τοῦ Ὀζειού· τῷ ἡμίσει φυλῆς Μανασσὴ Ἰωὴλ ὁ τοῦ Φαλαδαιά· 21τῷ ἡμίσει φυλῆς Μανασσὴ τῶν ἐν τῇ Γαλαὰδ Ἰαδδαὶ ὁ τοῦ Ζαβδειού· τοῖς υἱοῖς Βενιαμεὶν Ἀσειὴρ ὁ τοῦ Ἀβεννήρ· 22τῷ Δὰν Ἀζαραὴλ ὁ τοῦ Ἰωράμ· οὗτοι πατριάρχαι τῶν φυλῶν Ἰσραὴλ. 23καὶ οὐκ ἔλαβεν Δαυεὶδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω, ὅτι Κύριος εἶπεν πληθῦναι τὸν Ἰσραὴλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ. 24καὶ Ἰωὰβ ὁ τοῦ Σαρουιὰ ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ, καὶ οὐ συνετέλεσεν· καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ Ἰσραήλ, καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυείδ.

David’s Various Overseers

25καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ἀσμὼθ ὁ τοῦ Ὠδιήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ἰωναθὰν ὁ τοῦ Ὀζειού. 26ἐπὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Ἐσδρεὶ ὁ τοῦ Χοβούδ. 27καὶ ἐπὶ τῶν χωρίων Σεμεεὶ ὁ ἐκ Ῥαήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαχρεὶ ὁ τοῦ Σεφνεί. 28καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανᾶς ὁ Γεδωρείτης· ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ἰωάς. 29καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ἀσειδὼν Ἀσαρταὶς ὁ Σαρωνείτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν Σωφὰν ὁ τοῦ Ἀδαί. 30ἐπὶ δὲ τῶν καμήλων Ἀβίας ὁ Ἰσμαηλείτης. ἐπὶ δὲ τῶν ὄνων Ἰαδίας ὁ ἐκ Μεραθών. 31καὶ ἐπὶ τῶν προβάτων Ἰαζεὶζ ὁ Γαρείτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυεὶδ τοῦ βασιλέως.

The Counselors

32Καὶ Ἰωναθὰν ὁ πατράδελφος Δαυεὶδ σύμβουλος, ἄνθρωπος συνετός· καὶ Ἰεὴλ ὁ τοῦ Ἁχαμεὶ μετὰ τῶν υἱῶν τοῦ βασιλέως. 33Ἀχειτόφελ σύμβουλος τοῦ βασιλέως, καὶ Χουσεὶ ὁ πρῶτος φίλος τοῦ βασιλέως. 34καὶ μετὰ τοῦτον Ἀχειτόφελ ἐχόμενος Ἰωδᾶε ὁ τοῦ Βαναίου καὶ Ἀβιαθάρ· καὶ Ἰωὰβ ἀρχιστράτηγος τοῦ βασιλέως.


Footnotes:

4 a See 2 Samuel 23:9.
8 b See 1 Chronicles 11:27 and 2 Samuel 23:25.
15 c See 1 Chronicles 11:30 and 2 Samuel 23:29.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




1 Chronicles 26
Top of Page
Top of Page