Ephesians 2
Study Bible
Alive with Christ

καὶ  ὑμᾶς  ὄντας  νεκροὺς  τοῖς  παραπτώμασιν  καὶ  ταῖς  ἁμαρτίαις  ὑμῶν,  ἐν  αἷς  ποτε  περιεπατήσατε  κατὰ  τὸν  αἰῶνα  τοῦ  κόσμου  τούτου,  κατὰ  τὸν  ἄρχοντα  τῆς  ἐξουσίας  τοῦ  ἀέρος,  τοῦ  πνεύματος  τοῦ  νῦν  ἐνεργοῦντος  ἐν  τοῖς  υἱοῖς  τῆς  ἀπειθείας·  ἐν  οἷς  καὶ  ἡμεῖς  πάντες  ἀνεστράφημέν  ποτε  ἐν  ταῖς  ἐπιθυμίαις  τῆς  σαρκὸς  ἡμῶν,  ποιοῦντες  τὰ  θελήματα  τῆς  σαρκὸς  καὶ  τῶν  διανοιῶν,  καὶ  ἤμεθα  τέκνα  φύσει  ὀργῆς  ὡς  καὶ  οἱ  λοιποί·    δὲ  Θεὸς  πλούσιος  ὢν  ἐν  ἐλέει,  διὰ  τὴν  πολλὴν  ἀγάπην  αὐτοῦ  ἣν  ἠγάπησεν  ἡμᾶς,  καὶ  ὄντας  ἡμᾶς  νεκροὺς  τοῖς  παραπτώμασιν  συνεζωοποίησεν  τῷ  Χριστῷ,—  χάριτί  ἐστε  σεσῳσμένοι,—  καὶ  συνήγειρεν  καὶ  συνεκάθισεν  ἐν  τοῖς  ἐπουρανίοις  ἐν  Χριστῷ  Ἰησοῦ,  ἵνα  ἐνδείξηται  ἐν  τοῖς  αἰῶσιν  τοῖς  ἐπερχομένοις  τὸ  ὑπερβάλλον  πλοῦτος  τῆς  χάριτος  αὐτοῦ  ἐν  χρηστότητι  ἐφ’  ἡμᾶς  ἐν  Χριστῷ  Ἰησοῦ.  τῇ  γὰρ  χάριτί  ἐστε  σεσῳσμένοι  διὰ  πίστεως·  καὶ  τοῦτο  οὐκ  ἐξ  ὑμῶν,  Θεοῦ  τὸ  δῶρον·  οὐκ  ἐξ  ἔργων,  ἵνα  μή  τις  καυχήσηται.  10 αὐτοῦ  γάρ  ἐσμεν  ποίημα,  κτισθέντες  ἐν  Χριστῷ  Ἰησοῦ  ἐπὶ  ἔργοις  ἀγαθοῖς,  οἷς  προητοίμασεν    Θεὸς  ἵνα  ἐν  αὐτοῖς  περιπατήσωμεν. 

One in Christ

11 Διὸ  μνημονεύετε  ὅτι  ποτὲ  ὑμεῖς  τὰ  ἔθνη  ἐν  σαρκί,  οἱ  λεγόμενοι  ἀκροβυστία  ὑπὸ  τῆς  λεγομένης  περιτομῆς  ἐν  σαρκὶ  χειροποιήτου,  12 ὅτι  ἦτε  τῷ  καιρῷ  ἐκείνῳ  χωρὶς  Χριστοῦ,  ἀπηλλοτριωμένοι  τῆς  πολιτείας  τοῦ  Ἰσραὴλ  καὶ  ξένοι  τῶν  διαθηκῶν  τῆς  ἐπαγγελίας,  ἐλπίδα  μὴ  ἔχοντες  καὶ  ἄθεοι  ἐν  τῷ  κόσμῳ.  13 νυνὶ  δὲ  ἐν  Χριστῷ  Ἰησοῦ  ὑμεῖς  οἵ  ποτε  ὄντες  μακρὰν  ἐγενήθητε  ἐγγὺς  ἐν  τῷ  αἵματι  τοῦ  Χριστοῦ.  14 Αὐτὸς  γάρ  ἐστιν    εἰρήνη  ἡμῶν,    ποιήσας  τὰ  ἀμφότερα  ἓν  καὶ  τὸ  μεσότοιχον  τοῦ  φραγμοῦ  λύσας,  15 τὴν  ἔχθραν,  ἐν  τῇ  σαρκὶ  αὐτοῦ  τὸν  νόμον  τῶν  ἐντολῶν  ἐν  δόγμασιν  καταργήσας,  ἵνα  τοὺς  δύο  κτίσῃ  ἐν  αὑτῷ  εἰς  ἕνα  καινὸν  ἄνθρωπον  ποιῶν  εἰρήνην,  16 καὶ  ἀποκαταλλάξῃ  τοὺς  ἀμφοτέρους  ἐν  ἑνὶ  σώματι  τῷ  Θεῷ  διὰ  τοῦ  σταυροῦ,  ἀποκτείνας  τὴν  ἔχθραν  ἐν  αὐτῷ·  17 καὶ  ἐλθὼν  εὐηγγελίσατο  εἰρήνην  ὑμῖν  τοῖς  μακρὰν  καὶ  εἰρήνην  τοῖς  ἐγγύς·  18 ὅτι  δι’  αὐτοῦ  ἔχομεν  τὴν  προσαγωγὴν  οἱ  ἀμφότεροι  ἐν  ἑνὶ  Πνεύματι  πρὸς  τὸν  Πατέρα. 

A Temple in the Lord

19 ἄρα  οὖν  οὐκέτι  ἐστὲ  ξένοι  καὶ  πάροικοι,  ἀλλὰ  ἐστὲ  συμπολῖται*  τῶν  ἁγίων  καὶ  οἰκεῖοι  τοῦ  Θεοῦ,  20 ἐποικοδομηθέντες  ἐπὶ  τῷ  θεμελίῳ  τῶν  ἀποστόλων  καὶ  προφητῶν,  ὄντος  ἀκρογωνιαίου  αὐτοῦ  Χριστοῦ  Ἰησοῦ,  21 ἐν    πᾶσα  οἰκοδομὴ  συναρμολογουμένη  αὔξει  εἰς  ναὸν  ἅγιον  ἐν  Κυρίῳ,  22 ἐν    καὶ  ὑμεῖς  συνοικοδομεῖσθε  εἰς  κατοικητήριον  τοῦ  Θεοῦ  ἐν  Πνεύματι. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

Ephesians 1
Top of Page
Top of Page