1 Peter 5
Study Bible
Instructions to Elders

Πρεσβυτέρους  οὖν  ἐν  ὑμῖν  παρακαλῶ    συμπρεσβύτερος*  καὶ  μάρτυς  τῶν  τοῦ  Χριστοῦ  παθημάτων,    καὶ  τῆς  μελλούσης  ἀποκαλύπτεσθαι  δόξης  κοινωνός,  ποιμάνατε  τὸ  ἐν  ὑμῖν  ποίμνιον  τοῦ  Θεοῦ,  ‹ἐπισκοποῦντες›  μὴ  ἀναγκαστῶς  ἀλλὰ  ἑκουσίως  κατὰ  Θεόν,  μηδὲ  αἰσχροκερδῶς  ἀλλὰ  προθύμως,  μηδ’  ὡς  κατακυριεύοντες  τῶν  κλήρων  ἀλλὰ  τύποι  γινόμενοι  τοῦ  ποιμνίου·  καὶ  φανερωθέντος  τοῦ  Ἀρχιποίμενος  κομιεῖσθε  τὸν  ἀμαράντινον  τῆς  δόξης  στέφανον. 

Cast Your Cares on Him

Ὁμοίως,  νεώτεροι,  ὑποτάγητε  πρεσβυτέροις·  πάντες  δὲ  ἀλλήλοις  τὴν  ταπεινοφροσύνην  ἐγκομβώσασθε,  ὅτι    Θεὸς  ὑπερηφάνοις  ἀντιτάσσεται,  ταπεινοῖς  δὲ  δίδωσιν  χάριν. 

Ταπεινώθητε  οὖν  ὑπὸ  τὴν  κραταιὰν  χεῖρα  τοῦ  Θεοῦ,  ἵνα  ὑμᾶς  ὑψώσῃ  ἐν  καιρῷ,  πᾶσαν  τὴν  μέριμναν  ὑμῶν  ἐπιρίψαντες  ἐπ’  αὐτόν,  ὅτι  αὐτῷ  μέλει  περὶ  ὑμῶν.  Νήψατε,  γρηγορήσατε.    ἀντίδικος  ὑμῶν  διάβολος  ὡς  λέων  ὠρυόμενος  περιπατεῖ  ζητῶν  τινα  καταπιεῖν·    ἀντίστητε  στερεοὶ  τῇ  πίστει,  εἰδότες  τὰ  αὐτὰ  τῶν  παθημάτων  τῇ  ἐν  τῷ  κόσμῳ  ὑμῶν  ἀδελφότητι  ἐπιτελεῖσθαι. 

Benediction and Final Greetings

10   δὲ  Θεὸς  πάσης  χάριτος,    καλέσας  ὑμᾶς  εἰς  τὴν  αἰώνιον  αὐτοῦ  δόξαν  ἐν  Χριστῷ,  [Ἰησοῦ]  ὀλίγον  παθόντας  αὐτὸς  καταρτίσει,  στηρίξει,  σθενώσει,  θεμελιώσει.  11 αὐτῷ  τὸ  κράτος  εἰς  τοὺς  αἰῶνας  τῶν  αἰώνων·  ἀμήν. 

12 Διὰ  Σιλουανοῦ  ὑμῖν  τοῦ  πιστοῦ  ἀδελφοῦ,  ὡς  λογίζομαι,  δι’  ὀλίγων  ἔγραψα,  παρακαλῶν  καὶ  ἐπιμαρτυρῶν  ταύτην  εἶναι  ἀληθῆ  χάριν  τοῦ  Θεοῦ,  εἰς  ἣν  στῆτε.  13 Ἀσπάζεται  ὑμᾶς    ἐν  Βαβυλῶνι  συνεκλεκτὴ  καὶ  Μάρκος    υἱός  μου.  14 ἀσπάσασθε  ἀλλήλους  ἐν  φιλήματι  ἀγάπης.  Εἰρήνη  ὑμῖν  πᾶσιν  τοῖς  ἐν  Χριστῷ.  ⧼Ἀμήν⧽. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

1 Peter 4
Top of Page
Top of Page