1 Peter 5
Study Bible ABP ▾ 
Instructions to Elders

Πρεσβυτέρους [τοὺς] ἐν ὑμῖν παρακαλῶ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ ‹ἐπισκοποῦντες› μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ Θεόν μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου καὶ φανερωθέντος τοῦ Ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον

Cast Your Cares on Him

Ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε ὅτι Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν

Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν ὅτι αὐτῷ μέλει περὶ ὑμῶν Νήψατε γρηγορήσατε ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι

Benediction and Final Greetings

10  δὲ Θεὸς πάσης χάριτος καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ [Ἰησοῦ] ὀλίγον παθόντας αὐτὸς καταρτίσει στηρίξει σθενώσει θεμελιώσει 11 αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν

12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ ὡς λογίζομαι δι’ ὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν στῆτε 13 Ἀσπάζεται ὑμᾶς ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος υἱός μου 14 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ ⧼Ἀμήν⧽

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


1 Peter 4
Top of Page
Top of Page