Numbers 26
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Second Census of Israel

1Καὶ ἐγένετο μετὰ τὴν πληγὴν και ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεαζὰρ τὸν ἱερέα λέγων 2Λάβε τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ᾽ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ. 3καὶ ἐλάλησεν Μωυσῆς καὶ Ἐλεαζὰρ ὁ ἱερεὺς ἐν ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχὼ λέγων 4Ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ, σὺ καὶ οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου.

The Tribe of Reuben

5Ῥουβὴν πρωτότοκος Ἰσραήλ. υἱοὶ δὲ Ῥουβήν· Ἑνώχ, καὶ δῆμος τοῦ Ἑνώχ· τῷ Φαλλού, δῆμος τοῦ Φαλλουεί· 6τῷ Ἁσρών, δῆμος τοῦ Ἁσρωνεί· τῷ Χαρμεί, δῆμος τοῦ Χαρμεί. 7οὗτοι δῆμοι Ῥουβήν· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσεράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα. 8καὶ υἱοὶ Φαλλού· Ἐλιάβ. 9καὶ υἱοὶ Ἐλιάβ· Ναμουὴλ καὶ Δαθὰν καὶ Ἀβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν ἐν τῇ συναγωγῇ Κόρε ἐν τῇ ἐπισυστάσει Κυρίου· 10καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κόρε ἐν τῇ συναγωγῇ αὐτοῦ, ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ. 11οἱ δὲ υἱοὶ Κόρε οὐκ ἀπέθανον.

The Tribe of Simeon

12Καὶ οἱ υἱοὶ Συμεών· ὁ δῆμος τῶν υἱῶν Συμεών· τῷ Ναμουήλ, δῆμος ὁ Ναμουηλεί· τῷ Ἰαμείν, δῆμος ὁ Ἰαμινεί· τῷ Ἰαχείν, δῆμος ὁ Ἰαχινεί· 13τῷ Ζάρα, δῆμος ὁ Ζαραεί· τῷ Σαούλ, δῆμος ὁ Σαουλεί. 14οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι.

The Tribe of Gad

15Υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνάν· καὶ ἀπέθανεν Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χανάαν. 16ἐγένοντο δὲ οἱ υἱοὶ Ἰούδα κατὰ δήμους αὐτῶν· τῷ Σηλών, δῆμος ὁ Σηλωνεί· τῷ Φάρες, δῆμος ὁ Φάρες· τῷ Ζάρα, δῆμος ὁ Ζαραεί. 17καὶ ἐγένετο υἱοὶ Φάρες· τῷ Ἁσρών, δῆμος ὁ Ἁσρωνεί· τῷ Ἰαμούν, δῆμος ὁ Ἰαμουνεί. 18οὗτοι δῆμοι τῷ Ἰούδᾳ κατὰ τὴν ἐπισκοπὴν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι.

The Tribe of Judah

19Καὶ υἱοὶ Ἰσσαχὰρ κατὰ δήμους αὐτῶν· τῷ Θωλά, δῆμος ὁ Θωλαεί· τῷ Φουά, δῆμος ὁ Φουαεί· 20τῷ Ἰασούβ, δῆμος Ἰασουβεί· τῷ Σαμαράμ, δῆμος ὁ Σαμαρανεί. 21οὗτοι δῆμοι Ἰσσαχὰρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι. 22Υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· τῷ Σάρεδ, δῆμος ὁ Σαρεδεί· τῷ Ἀλλών, δῆμος ὁ Ἀλλωνεί· τῷ Ἀλλήλ, δῆμος Ἀλληλεί.

The Tribe of Issachar

23οὗτοι δῆμοι Ζαβουλὼν ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι. 24Υἱοὶ Γὰδ κατὰ δήμους αὐτῶν· τῷ Σαφών, δῆμος ὁ Σαφωνεί· τῷ Ἁγγεί, δῆμος ὁ Ἁγγεί· τῷ Σουνεί, δῆμος ὁ Σουνεί· 25τῷ Ἀζενεί, δῆμος ὁ Ἀζενεί· τῷ Ἀδδεί, δῆμος ὁ Ἀδδεί·

The Tribe of Zebulun

26τῷ, Ἀροδεί, δῆμος ὁ Ἀροδεί· τῷ Ἀριήλ, δῆμος ὁ Ἀριηλεί. 27οὗτοι δῆμοι υἱῶν Γὰδ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι.

The Tribe of Manasseh

28Υἱοὶ Ἀσὴρ κατὰ δήμους αὐτῶν· τῷ Ἰαμείν, δῆμος ὁ Ἰαμεινεί· τῷ Ἰεσού, δῆμος ὁ Ἰεσουεί· τῷ Βαριά, δῆμος ὁ Βαριαεί. 29τῷ Χόβερ, δῆμος ὁ Χοβερεί· τῷ Μελλιήλ, δῆμος ὁ Μελλιηλεί. 30καὶ τὸ ὄνομα θυγατρὸς Ἀσὴρ Κάρα. 31οὗτοι δῆμοι Ἀσὴρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ τεσσεράκοντα χιλιάδες καὶ χ᾽. 32Υἱοὶ Ἰωσὴφ κατὰ δήμους αὐτῶν· Μανασσὴ καὶ Ἐφράιμ. 33υἱοὶ Μανασσή· τῷ Μαχείρ, δῆμος ὁ Μαχειρί· καὶ Μαχεὶρ ἐγέννησεν τὸν Γαλαάδ· τῷ Γαλαάδ, δῆμος ὁ Γαλααδεί. 34καὶ οὗτοι υἱοὶ Γαλαάδ· Ἀχιέζερ, δῆμος ὁ Ἀχιεζειρεί· τῷ Χέλεγ, δῆμος ὁ Χελεγεί·

The Tribe of Ephraim

35τῷ Ἐσριήλ, δῆμος ὁ Ἐσριηλεί· τῷ Σύχεμ, δῆμος ὁ Συχεμεεί. 36τῷ Συμαέρ, δῆμος ὁ Συμαερεί· καὶ Ὅφερ, δῆμος ὁ Ὁφερεί. 37καὶ τῷ Σαλπαὰδ υἱῷ Ὅφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί, ἀλλ᾽ ἢ θυγατέρες· καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μαλὰ καὶ Νουὰ καὶ Ἑγλὰ καὶ Μελχὰ καὶ Θερσά.

The Tribe of Benjamin

38οὗτοι δῆμοι Μανασσὴ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. 39καὶ οὗτοι υἱοὶ Ἐφράιμ· τῷ Σουτάλα, δῆμος ὁ Σουταλαεί· τῷ Τάναχ, δῆμος ὁ Ταναχεί. 40οὗτοι υἱοὶ Σουτάλα· τῷ Ἐδέν, δῆμος ὁ Ἐδενεί. 41οὗτοι δῆμοι Ἐφράιμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι· οὗτοι δῆμοι υἱῶν Ἰωσὴφ κατὰ δήμους αὐτῶν.

The Tribe of Dan

42Υἱοὶ Βενιαμεὶν κατὰ δήμους αὐτῶν· τῷ Βάλε, δῆμος ὁ Βαλεεί· τῷ Ἀσυβήρ, δῆμος ὁ Ἀσυβηρεί· τῷ Ἰαχειράν, δῆμος ὁ Ἰαχειρανεί· 43τῷ Σωφάν, δῆμος ὁ Σωφανεί.

The Tribe of Asher

44καὶ ἐγένοντο οἱ υἱοὶ Βάλε Ἀδὰρ καὶ Νοεμανεί. 45οὗτοι υἱοὶ Βενιαμεὶν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. 46Καὶ υἱοὶ Δὰν κατὰ δήμους αὐτῶν· τῷ Σαμεί, δῆμος ὁ Σαμεί· οὗτοι δῆμοι Δὰν κατὰ δήμους αὐτῶν. 47πάντες οἱ δῆμοι Σαμεὶ κατ᾽ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ χ᾽.

The Tribe of Naphtali

48Υἱοὶ Νεφθαλεὶ κατὰ δήμους αὐτῶν· τῷ Σαήλ, δῆμος ὁ Σαηλεί· τῷ Γαυνεί, δῆμος ὁ Γαυνεί· 49τῷ Ἰέσερ, δῆμος ὁ Ἰεσερεί· τῷ Σελλή, δῆμος ὁ Σελλημεί. 50οὗτοι δῆμοι Νεφθαλεὶ ἐξ ἐπισκέψεως αὐτῶν, τριάκοντα χιλιάδες καὶ τριακόσιοι.

51Αὕτη ἡ ἐπίσκεψις υἱῶν Ἰσραήλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι τριάκοντα.

Inheritance by Lot

52Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 53Τούτοις μερισθήσεται ἡ γῆ, κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων· 54τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν. 55διὰ κλήρων μερισθήσεται ἡ γῆ τοῖς ὀνόμασιν, κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν· 56ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων.

Levites Numbered

57Καὶ υἱοὶ Λευεὶ κατὰ δήμους αὐτῶν· τῷ Γεδσών, δῆμος ὁ Γεδσωνεί· τῷ Καάθ, δῆμος ὁ Κααθεί· τῷ Μεραρεί, δῆμος ὁ Μεραρεί. 58οὗτοι δῆμοι υἱῶν Λευεί· δῆμος ὁ Λοβενεί, δῆμος ὁ Χεβρωνεί, δῆμος ὁ Κόρε καὶ δῆμος ὁ Μουσεί. καὶ Καὰθ ἐγέννησεν τὸν Ἀμράμ· 59καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ἰωχάβεδ, θυγάτηρ Λευεί, ἣ ἔτεκεν τούτους τῷ Λευεὶ ἐν Αἰγύπτῳ· καὶ ἔτεκεν τῷ Ἀμρὰμ τὸν Ἀαρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν. 60καὶ ἐγενήθησαν τῷ Ἀαρὼν ὅ τε Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεαζὰρ καὶ Ἰθαμάρ. 61καὶ ἀπέθανεν Ναδὰβ καὶ Ἀβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σεινά. 62καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ἰσραήλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ἰσραήλ.

Only Caleb and Joshua Remain

63Καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ἐλεαζὰρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ· 64καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ἀαρών, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Σεινά· 65ὅτι εἶπεν Κύριος αὐτῷ Θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χαλὲβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Numbers 25
Top of Page
Top of Page