The Census of Israel's Warriors 1ΚΑΙ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σεινά, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων 2Λάβετε ἀρχὴν πάσης συναγωγῆς Ἰσραὴλ κατὰ συγγενίας, κατ᾽ οἴκους πατριῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος, κατὰ κεφαλὴν αὐτῶν· 3πᾶς ἄρσην ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραήλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν· σὺ καὶ Ἀαρὼν ἐπισκέψασθε αὐτούς. 4καὶ μεθ᾽ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων· καὶ κατ᾽ οἴκους πατριῶν ἔσονται. The Princes of the Tribes 5καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἵτινες παραστήσονται μεθ᾽ ὑμῶν· τῶν υἱῶν Ῥουβὴν Ἐλεισοὺρ υἱὸς Σεδιούρ· 6τῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρεισαδαί· 7τῶν Ἰούδα Νασσὼν υἱὸς Ἀμειναδάβ· 8τῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σωγάρ· 9τῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς Χαιλών· τῶν υἱῶν Ἰωσήφ, τῶν Ἐφράιμ Ἐλεισαμὰ υἱὸς Ἐμιούδ, 10τῶν Μανασσὴ Γαμαλιὴλ υἱὸς Φαδασούρ· 11τῶν Βενιαμεὶν Ἀβειδὰν υἱὸς Γεδεωνεί· 12τῶν Δὰν Ἀχιέζερ υἱὸς Ἀμεισαδαί· 13τῶν Ἀσὴρ Φαγαιὴλ υἱὸς Ἐχράν· 14τῶν Γὰδ Ἐλεισὰφ υἱὸς Ῥαγουήλ· 15τῶν Νεφθαλεὶ Ἀχειρὲ υἱὸς Αἰνάν. 16οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, ἄρχοντες τῶν φυλῶν κατὰ πατριάς, χιλίαρχοι Ἰσραήλ εἰσιν. The Number of Every Tribe 17καὶ ἔλαβεν Μωυσῆς καὶ Ἀαρὼν τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος, 18καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους, καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν, κατὰ πατριὰς αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν. 19ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τῇ Σεινά. 20Καὶ ἐγένοντο οἱ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραὴλ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 21ἡ ἐπισκοπὴ αὐτῶν ἐκ τῆς φυλῆς Ῥουβὴν ἓξ καὶ τεσσεράκοντα χιλιάδες καὶ φ᾽. 22Τοῖς υἱοῖς Συμεὼν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 23ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεὼν ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι. 24Τοῖς υἱοῖς Ἰούδα κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 25ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰούδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι. 26Τοῖς υἱοῖς Ἰσσαχὰρ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 27ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰσσαχὰρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 28Τοῖς υἱοῖς Ζαβουλὼν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 29ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλὼν ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 30Τοῖς υἱοῖς Ἰωσὴφ υἱοῖς Ἐφράιμ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 31ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἐφράιμ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. 32Τοῖς υἱοῖς Μανασσὴ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 33ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασσὴ δύο καὶ τριάκοντα χιλιάδες καὶ τριακόσιοι. 34Τοῖς υἱοῖς Βενιαμεὶν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 35ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμεὶν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. 36Τοῖς υἱοῖς Γὰδ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 37ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Γὰδ πέντε καὶ τεσσεράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. 38Τοῖς υἱοῖς Δὰν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 39ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δὰν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. 40Τοῖς υἱοῖς Ἀσὴρ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 41ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἀσὴρ μία καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. 42Τοῖς υἱοῖς Νεφθαλεὶ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 43ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλεὶ τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 44Αὕτη ἡ ἐπίσκεψις ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραήλ, δώδεκα ἄνδρες· ἀνὴρ εἷς κατὰ φυλὴν μίαν, κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν. 45καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ἰσραὴλ ἐν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ, 46ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα. Levites Exempted 47Οἱ δὲ Λευεῖται ἐκ τῆς φυλῆς τῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ἰσραήλ. 48καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 49Ὅρα τὴν φυλὴν τὴν Λευεὶ οὐ συνεπισκέψῃ, καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμψῃ ἐν μέσῳ υἱῶν Ἰσραήλ. 50καὶ σὺ ἐπίστησον τοὺς Λευείτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ. αὐτοὶ ἀροῦσιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ, καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσιν. 51καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν καθελοῦσιν αὐτὴν οἱ Λευεῖται, καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω. 52καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν, σὺν δυνάμει αὐτῶν· 53οἱ δὲ Λευεῖται παρεμβαλέτωσαν ἐναντίον Κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ἰσραήλ. καὶ φυλάξουσιν οἱ Λευεῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου. 54καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ κατὰ πάντα ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ Ἀαρών, οὕτως ἐποίησαν. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |