The Sin of Nadab and Abihu 1Καὶ λαβόντες οἱ δύο υἱοὶ Ἀαρὼν Ναδὰβ καὶ Ἀβιοὺδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ᾽ αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ᾽ αὐτὸ θυμίαμα, καὶ προσήνεγκαν ἔναντι Κυρίου πῦρ ἀλλότριον ὃ οὐ προσέταξεν κύριος αὐτοῖς. 2καὶ ἐξῆλθεν πῦρ παρὰ Κυρίου καὶ κατέφαγεν αὐτούς, καὶ ἀπέθανον ἔναντι Κυρίου. 3καὶ εἶπεν Μωυσῆς πρὸς Ἀαρών Τοῦτό ἐστιν ὃ εἶπεν Κύριος λέγων Ἐν τοῖς ἐγγίζουσίν μοι ἁγιασθήσομαι, καὶ ἐν πάσῃ συναγωγῇ δοξασθήσομαι· καὶ κατενύχθη Ἀαρών. 4καὶ ἐκάλεσεν Μωυσῆς τὸν Μισαδαὶ καὶ τὸν Ἐλισαφάν, υἱοὺς Ἀζιήλ, υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς Ἀαρών, καὶ εἶπεν αὐτοῖς Προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς. 5καὶ προσῆλθον καὶ ἦραν ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον εἶπεν Μωυσῆς. 6καὶ εἶπεν Μωσῆς πρὸς Ἀαρὼν καὶ Ἐλεαζὰρ καὶ Ἰθαμὰρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελιμμένους Τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε, ἵνα μὴ ἀποθάνητε καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ ἀδελφοὶ ὑμῶν πᾶς ὁ οἶκος Ἰσραὴλ κλαύσονται τὸν ἐνπυρισμὸν ὃν ἐνεπυρίσθησαν ὑπὸ Κυρίου. 7καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, ἵνα μὴ ἀποθάνητε· τὸ γὰρ ἔλαιον τῆς χρίσεως τὸ παρὰ Κυρίου ἐφ᾽ ὑμῖν. καὶ ἐποίησαν κατὰ τὸ ῥῆμα Μωσῆ. Restrictions for Priests 8Καὶ ἐλάλησεν Κύριος τῷ Ἀαρὼν λέγων 9Οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν· 10διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν. 11καὶ συμβιβάσεις τοὺς υἱοὺς Ἰσραὴλ πάντα τὰ νόμιμα ἃ ἐλάλησεν Κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωσῆ. 12Καὶ εἶπεν Μωυσῆς πρὸς Ἀαρὼν καὶ πρὸς Ἐλεαζὰρ καὶ Ἰθαμὰρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλειφθέντας Λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων Κυρίου, καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον· ἅγια ἁγίων ἐστίν. 13καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ· νόμιμον αἰώνιον γάρ σοί ἐστιν καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων Κυρίου· οὕτω γὰρ ἐντέταλταί μοι. 14καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός σου μετὰ σοῦ· νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Ἰσραήλ. 15τὸν βραχίονα τοῦ ἀφαιρέματος καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν, ἀφόρισμα ἀφορίσαι ἔναντι Κυρίου· καὶ ἔσται σοὶ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον, ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ. 16Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησεν Μωσῆς, καὶ ὅδε ἐνπεπύριστο· καὶ ἐθυμώθη Μωσῆς ἐπὶ Ἐλεαζὰρ καὶ Ἰθαμὰρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλελιμμένους λέγων 17Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστίν, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου. 18οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξεν Κύριος. 19καὶ ἐλάλησεν Ἀαρὼν πρὸς Μωυσῆν λέγων Εἰ σήμερον προσαγιόχασιν τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι Κυρίου, καὶ συμβέβηκέν μοι ταῦτα, καὶ φάγομαι τὰ περὶ τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔσται Κυρίῳ; 20καὶ ἤκουσεν Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |