Job 12
Swete's Septuagint ABP ▾  HEB ▾ 

Job's Response to Zophar

1Ὑπολαβὼν δὲ Ἰὼβ λέγει

2Εἶτα ὑμεῖς ἐστε ἄνθρωποι· ἦ μεθ᾽ ὑμῶν τελευτήσει σοφία.

3κἀμοὶ μὲν καρδία καθ᾽ ὑμᾶς ἐστιν.

4δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθη εἰς χλεύασμα·

5εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλων, οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων.

6οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι, ὅσοι παροργίζουσιν τὸν κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται.

7ἀλλὰ δὴ ἐρώτησον τετράποδα ἐάν σοι εἴπωσιν, πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν·

8ἐκδιήγησαι γῇ ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης.

9τίς οὖν οὐκ ἔγνω ἐν πᾶσι τούτοις ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα;

10εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ζώντων καὶ πνεῦμα παντὸς ἀνθρώπου;

11νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται.

12ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη.

13παρ᾽ αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις.

14ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; ἐὰν κλείσῃ κατὰ ἀνθρώπων, τίς ἀνοίξει;

15ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας.

16παρ᾽ αὐτῷ κράτος καὶ ἰσχύς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις.

17διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησεν.

18καθιζάνων βασιλεῖς ἐπὶ θρόνους, καὶ περιέδησεν ζώνῃ ὀσφύας αὐτῶν.

19ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς κατέστρεψεν.

20διαλλάσσων χείλη πιστῶν, σύνεσιν δὲ πρεσβυτέρων ἔγνω.

21ἐκχέων ἀτιμίαν ἐπ᾽ ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο.

22ἀνακαλύπτων βαθέα ἐκ σκότους, ἐξήγαγεν δὲ εἰς φῶς σκιὰν θανάτου.

23καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά.

24διαλλάσσων καρδίας ἀρχόντων γῆς, ἐπλάνησεν δὲ αὐτοὺς ἐν ὁδῷ ᾗ οὐκ ᾔδεισαν·

25ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς, πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Job 11
Top of Page
Top of Page