Jeremiah 45
Swete's Septuagint ABP ▾  HEB ▾ 

Jeremiah's Message to Baruch

1καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ· ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν· 2καὶ ᾠκήσαμεν ἐν σκηναῖς, καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα ἃ ἐνετείλατο ἡμῖν Ἰωναδὰβ ὁ πατὴρ ἡμῶν. 3καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονοσὸρ ἐπὶ τὴν γῆν, καὶ εἴπαμεν εἰσελθεῖν, καὶ εἰσήλθομεν εἰς Ἰερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Ἀσσυρίων, καὶ ᾠκοῦμεν ἐκεῖ. 4Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 5Οὕτως λέγει Κύριος Πορεύου καὶ εἰπὸν ἀνθρώπῳ Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλήμ Οὐ μὴ λάβητε παιδίαν τοῦ ἀκούειν τοὺς λόγους μου;

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Jeremiah 44
Top of Page
Top of Page