Isaiah 56
Swete's Septuagint ABP ▾  HEB ▾ 

Salvation for All Nations

1Τάδε λέγει Κύριος Φυλάσσεσθε κρίσιν καὶ ποιήσατε δικαιοσύνην· ἤγγικεν γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.

2μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν, καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα.

3μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς Κύριον Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν.

4τάδε λέγει Κύριος τοῖς εὐνούχοις ὅσοι ἐὰν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου,

5δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν, κρείττω υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει.

6καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ, καὶ ἀγαπᾷν τὸ ὄνομα Κυρίου τῷ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας, καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου,

7εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου, καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. ὁ γάρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν,

8εἶπεν Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ, ὅτι συνάξω ἐπ᾽ αὐτὸν συναγωγήν.

Israel's Sinful Leaders

9Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ.

10ἴδετε ὅτι ἐκτετύφλωνται πάντες, οὐκ ἔγνωσαν, κύνες ἐνεοί, οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι.

11καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσιν πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ.

12

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Isaiah 55
Top of Page
Top of Page