Ezekiel 21
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Parable of the Lord's Sword

1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 2Διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν, καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ. 3καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ἰσραήλ Ἰδοὺ ἐγὼ πρὸς σέ, καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ ἐξολεθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον. 4ἀνθ᾽ ὧν ἐξολεθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ, 5καὶ ἐπιγνώσεται πᾶσα σὰρξ διότι ἐγὼ Κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, οὐκ ἀποστρέψει οὐκέτι. 6καὶ σύ, υἱὲ ἀνθρώπου, καταστέναξον ἐν συντριβῇ ὀσφύος σου, καὶ ἐν ὀδύναις στενάξεις κατ᾽ ὀφθαλμοὺς αὐτῶν. 7καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς Ἐπὶ τῇ ἀγγελίᾳ διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται, λέγει κύριος Κύριος.

8Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων

9Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ ἐρεῖς Τάδε λέγει Κύριος Εἰπόν Ῥομφαία ῥομφαία, ὀξύνου καὶ θυμώθητι,

10ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν· σφάζε, ἐξουδένει, ἀπωθοῦ πᾶν ξύλον.

11καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήθη ἡ ῥομφαία, ἐστὶν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα ἀποκεντοῦντος. 12ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου, ὅτι αὕτη ἐγένετο ἐν τῷ λαῷ μου, αὕτη ἐν πᾶσιν τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ· παροικήσουσιν, ἐπὶ ῥομφαίᾳ ἐγένετο ἐν τῷ λαῷ μου· διὰ τοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου. 13ὅτι δεδικαίωται· καὶ φυλὴ ἀπωσθῇ; οὐκ ἔσται, λέγει κύριος Κύριος.

14καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα καὶ διπλασίασον ῥομφαίαν· ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστιν, ῥομφαία τραυματιῶν ἡ μεγάλη. καὶ ἐκστήσεις αὐτούς, 15ὅπως μὴ θραυσθῇ ἡ καρδία, καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην· παραδέδονται εἰς σφάγια ῥομφαίας, εὖ γέγονεν εἰς σφαγήν, εὖ γέγονεν εἰς στίλβωσιν. 16διαπορεύου, ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται. 17καὶ ἐγὼ δὲ κροτήσω χεῖρά μου πρὸς χεῖρά μου καὶ ἐναφήσω θυμόν μου· ἐγὼ Κύριος λελάληκα.

18Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 19Καὶ σύ, υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς 20τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο, καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως, ἐπ᾽ ἀρχῆς ὁδοῦ διατάξεις τοῦ εἰσελθεῖν ῥομφαίαν ἐπὶ Ῥαββὰθ υἱῶν Ἀμμὼν καὶ ἐπὶ τὴν Ἰουδαίαν καὶ ἐπὶ Ἰερουσαλὴμ ἐν μέσῳ αὐτῆς. 21διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπ᾽ ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύσασθαι μαντείαν, τοῦ ἀναβράσαι ῥάβδον καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ ἡπατοσκοπήσασθαι ἐκ δεξιῶν αὐτοῦ. 22ἐγένετο τὸ μαντεῖον ἐπὶ Ἰερουσαλὴμ τοῦ βαλεῖν χάρακα, τοῦ διανοῖξαι στόμα ἐν βοῇ, ὑψῶσαι φωνὴν μετὰ κραυγῆς, τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς καὶ βαλεῖν χῶμα καὶ οἰκοδομῆσαι βελοστάσεις. 23καὶ αὐτὸς αὐτοῖς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν, καὶ αὐτὸς ἀναμιμνήσκων ἀδικίας αὐτοῦ μνησθῆναι.

24διὰ τοῦτο τάδε λέγει Κύριος Ἀνθ᾽ ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν, τοῦ ὁραθῆναι ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν· ἀνθ᾽ ὧν ἀνεμνήσατε, ἐν τούτοις ἁλώσεσθε. 25καὶ σύ, ἄνομε βέβηλε ἀφηγούμενε τοῦ Ἰσραήλ, οὗ ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας πέρας, 26τάδε λέγει Κύριος Ἀφείλου τὴν κίδαριν καὶ ἐπέθου τὸν στέφανον· αὐτὴ οὐ τοιαύτη ἔσται· ἐταπείνωσας τὸ ὑψηλόν, καὶ ὕψωσας τὸ ταπεινόν. 27ἀδικίαν ἀδικίαν ἀδικίαν θήσομαι αὐτήν, οὐαὶ αὐτῇ· τοιαύτη ἔσται ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.

28Καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ ἐρεῖς Τάδε λέγει Κύριος πρὸς τοὺς υἱοὺς Ἀμμὼν καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν, καὶ ἐρεῖς Ῥομφαία ῥομφαία ἐσπασμένη εἰς σφάγια καὶ ἐσπασμένη εἰς συντέλειαν, ἐγείρου ὅπως στίλβῃς. 29ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ, καὶ ἐν τῷ μαντεύεσθαί σε ψευδῆ, τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων, ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας πέρας. 30ἀπόστρεφε, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ ᾧ γεγέννησαι· ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε. 31καὶ ἐκχεῶ ἐπὶ σὲ ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σέ, καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράς. 32ἐν πυρὶ ἔσῃ κατάβρωμα, τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ezekiel 20
Top of Page
Top of Page