2 Kings 24
Swete's Septuagint ABP ▾  HEB ▾ 

Babylon Controls Jehoiakim

1ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ ἐγενήθη αὐτῷ Ἰωακεὶμ δοῦλος τρία ἔτη, καὶ ἐπέστρεψεν καὶ ἠθέτησεν ἐν αὐτῷ. 2καὶ ἀπέστειλεν αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωὰβ καὶ τοὺς μονοζώνους υἱῶν Ἀμμών, καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ἰούδα, τοῦ κατισχῦσαι κατὰ τὸν λόγον Κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν. 3πλὴν ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐν τῷ Ἰούδᾳ ἀποστῆσαι αὐτὸν ἀπὸ τοῦ προσώπου ἐν ἁμαρτίαις Μανασσὴ κατὰ πάντα ὅσα ἐποίησεν. 4καί γε αἷμα ἀθῷον ἐξέχεεν καὶ ἔπλησεν τὴν Ἰερουσαλὴμ αἵματος ἀθῴου· καὶ οὐκ ἠθέλησεν Κύριος ἱλασθῆναι. 5καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακεὶμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;

Jehoiachin's Evil Reign in Judah

6καὶ ἐκοιμήθη Ἰωακεὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωακεὶμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. 7καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ, ὅτι ἔλαβεν βασιλεὺς Βαβυλῶνος ἀπὸ τοῦ χειμάρρου Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου πάντα ὅσα ἦν τοῦ βασιλέως Αἰγύπτου.

8Υἱὸς ὀκτὼ καὶ δέκα ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Νεσθά, θυγάτηρ Ἐλλαναθὰμ ἐξ Ἰερουσαλήμ. 9καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ.

Deportation to Babylon

10ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Ἰερουσαλήμ, καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ. 11καὶ εἰσῆλθεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς τὴν πόλιν, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπ᾽ αὐτήν. 12καὶ ἐξῆλθεν Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ οἱ εὐνοῦχοι αὐτοῦ, καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν ἔτει ὀγδόῳ τῆς βασιλείας αὐτοῦ. 13καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως, καὶ συνέκοψεν πάντα τὰ σκεύη τὰ χρυσᾶ ἃ ἐποίησεν Σαλωμὼν βασιλεὺς Ἰσραὴλ ἐν τῷ ναῷ Κυρίου κατὰ τὸ ῥῆμα Κυρίου. 14καὶ ἀπῴκισεν τὴν Ἰερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι, αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας, καὶ πᾶν τέκτονα καὶ τὸν συνκλείοντα· καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς.

15καὶ ἀπῴκισεν τὸν Ἰωακεὶμ εἰς Βαβυλῶνα, καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τὰς γυναῖκας τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ἰερουσαλὴμ εἰς Βαβυλῶνα. 16καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συνκλείοντα χιλίους, πάντες δυνατοὶ ποιοῦντες πόλεμον· καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα.

17καὶ ἐβασίλευσεν βασιλεὺς Βαβυλῶνος τὸν Μαθθὰν υἱὸν αὐτοῦ ἀντ᾽ αὐτοῦ, καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτοῦ Σεδεκιά.

Zedekiah King of Judah

18Υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτοῦ Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μιτὰτ θυγάτηρ Ἰερεμίου. 19καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Ἰωακείμ. 20ὅτι ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐπὶ Ἰερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ, ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. καὶ ἠθέτησεν Σεδεκίας ἐν τῷ βασιλεῖ Βαβυλῶνος.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Kings 23
Top of Page
Top of Page