2 Chronicles 11
Swete's Septuagint ABP ▾  HEB ▾ 

Shemaiah's Prophecy

1Καὶ ἦλθεν Ῥοβοὰμ εἰς Ἰερουσαλήμ, καὶ ἐξεκκλησίασεν τὸν Ἰούδαν καὶ Βενιαμείν, ἑκατὸν ὀγδοήκοντα χιλιάδες νεανίσκων ποιούντων πόλεμον· καὶ ἐπολέμει πρὸς Ἰσραὴλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ῥοβοάμ. 2καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ θεοῦ λέγων 3Εἰπὸν πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν καὶ πάντα Ἰούδαν καὶ Βενιαμεὶν λέγων 4Τάδε λέγει Κύριος Οὐκ ἀναβήσεσθε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν· ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ᾽ ἐμοῦ ἐγένετο τὸ ῥῆμα τοῦτο. καὶ ἐπήκουσαν τοῦ λόγου Κυρίου, καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ Ἰεροβοάμ.

Rehoboam Fortifies Judah

5καὶ κατῴκησεν Ῥοβοὰμ εἰς Ἰερουσαλήμ, καὶ ᾠκοδόμησεν πόλεις τειχήρεις ἐν τῇ Ἰουδαίᾳ. 6καὶ ᾠκοδόμησεν τὴν Βαιθσέεμ καὶ Ἀπὰν καὶ Θεκῶε, 7καὶ Βαιθσουρὰ καὶ τὴν Σοκχὼθ καὶ τὴν Ὀδολάμ, 8καὶ τὴν Γὲθ καὶ τὴν Μαρεισὰν καὶ τὴν Ζείβ, 9καὶ τὴν Ἀδωραὶ καὶ Λαχεὶς καὶ τὴν Ἀζηκά, 10καὶ τὴν Σαραὰ καὶ τὴν Ἀλδὼν καὶ τὴν Χεβρὼν ἥ ἐστιν τοῦ Ἰούδα καὶ Βενιαμείν, πόλεις τειχήρεις. 11καὶ ὠχύρωσεν αὐτὰς τειχήρεις, καὶ ἔδωκεν ἐν αὐτοῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον, 12κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα, καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα· καὶ ἦσαν αὐτῷ Ἰουδὰ καὶ Βενιαμείν.

Priests and Levites Forsaken by Jeroboam

13καὶ οἱ Λευεῖται καὶ οἱ ἱερεῖς οἳ ἦσαν ἐν παντὶ Ἰσραὴλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων·

14ὅτι ἐνκατέλιπον οἱ Λευεῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ἰουδὰ εἰς Ἰερουσαλήμ, ὅτι ἐξέβαλλεν αὐτοὺς Ἰεροβοὰμ καὶ οἱ υἱοὶ αὐτοῦ μὴ λειτουργεῖν Κυρίῳ. 15καὶ κατέστησεν αὐτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ἰεροβοάμ· 16καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι Κύριον θεὸν Ἰσραήλ, καὶ ἦλθον εἰς Ἰερουσαλὴμ θῦσαι Κυρίῳ θεῷ τῶν πατέρων αὐτῶν. 17καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰούδα· καὶ κατίσχυσεν Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν εἰς ἔτη τρία, ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυεὶς καὶ Σαλωμὼν ἔτη τρία.

Rehoboam's Family

18καὶ ἔλαβεν ἑαυτῷ Ῥοβοὰμ γυναῖκα τὴν Μολλὰθ θυγατέρα Ἰεριμοὺθ υἱοῦ Δαυείδ, Βαίαν θυγατέρα Ἐλιὰν τοῦ Ἰεσσαί. 19καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ἰαοὺθ καὶ τὸν Σαμαρίαν καὶ τὸν Ῥοολλάμ. 20καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχὰ θυγατέρα Ἀβεσσαλώμ, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀβιὰ καὶ τὸν Ἰεθθεὶ καὶ τὸν Ζειζὰ καὶ τὸν Ἐμμώθ. 21καὶ ἠγάπησεν Ῥοβοὰμ τὴν Μαάχαν θυγατέρα Ἀβεσσαλὼμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ, ὅτι γυναῖκας δέκα ὀκτὼ εἶχεν καὶ παλλακὰς τριάκοντα· καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα. 22καὶ κατέστησεν εἰς ἄρχοντα Ἀβιὰ τὸν τῆς Μααχὰ εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν. 23καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ἰούδα καὶ Βενιαμεὶν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς, καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολύ, καὶ ᾐτήσατο πλῆθος γυναικῶν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Chronicles 10
Top of Page
Top of Page