1 Samuel 11
Swete's Septuagint ABP ▾  HEB ▾ 

Saul Defeats the Ammonites

1Καὶ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Ναὰς ὁ Ἀμμανείτης καὶ παρεμβάλλει ἐπὶ Ἰαβεὶς Γαλαάδ· καὶ εἶπον πάντες οἱ ἄνδρες Ἰαβεὶς πρὸς Ναὰς τὸν Ἀμμανείτην Διάθου ἡμῖν διαθήκην καὶ δουλεύσομέν σοι. 2καὶ εἶπεν πρὸς αὐτοὺς Ναὰς ὁ Ἀμμανείτης Ἐν ταύτῃ διαθήσομαι ὑμῖν διαθήκην, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ. 3καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ἰαβείς Ἄνες ἡμῖν ἑπτὰ ἡμέρας καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· ἐὰν μὴ ᾖ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς. 4καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαούλ, καὶ λαλοῦσιν τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ ἦραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.

5καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τὸ πρωὶ ἐξ ἀγροῦ· καὶ εἶπεν Σαούλ Τί ὅτι κλαίει ὁ λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ῥήματα τῶν υἱῶν Ἰαβείς. 6καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Σαούλ, ὡς ἤκουσεν τὰ ῥήματα ταῦτα, καὶ ἐθυμώθη ἐπ᾽ αὐτοὺς ὀργὴ αὐτοῦ σφόδρα. 7καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτάς, καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων λέγων Ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουήλ, κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ· καὶ ἐπῆλθεν ἔκστασις Κυρίου ἐπὶ τὸν λαὸν Ἰσραήλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς. 8καὶ ἐπισκέπτεται αὐτοὺς Ἀβιέζεκ ἐν Βαμὰ πάντα ἄνδρα Ἰσραὴλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ἰούδα ἑβδομήκοντα χιλιάδας, 9καὶ εἶπεν τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις Τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ἰαβείς Αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου. καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσιν τοῖς ἀνδράσιν Ἰαβείς, καὶ εὐφράνθησαν. 10καὶ εἶπαν οἱ ἄνδρες Ἰαβεὶς πρὸς Ναὰς τὸν Ἀμμανείτην Αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν. 11καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ, καὶ ἔτυπτον τοὺς υἱοὺς Ἀμμὼν ἕως διεθερμάνθη ἡ ἡμέρα· καὶ ἐγενήθησαν, οἱ ὑπολελιμμένοι διεσπάρησαν, καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό.

Saul Confirmed as King

12καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουήλ Τίς ὁ εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν; παράδος τοὺς ἄνδρας καὶ θανατώσομεν αὐτούς. 13καὶ εἶπεν Σαμουήλ Οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον Κύριος ἐποίησεν σωτηρίαν ἐν Ἰσραήλ.

14Καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαὸν λέγων Πορευθῶμεν εἰς Γάλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν. 15καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γάλγαλα, καὶ ἔχρισεν Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον Κυρίου ἐν Γαλγάλοις, καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον Κυρίου· καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς Ἰσραὴλ ὥστε λίαν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Samuel 10
Top of Page
Top of Page