1 Chronicles 14
Swete's Septuagint ABP ▾  HEB ▾ 

David's Family Grows

1Καὶ ἀπέστειλεν Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυεὶδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον. 2καὶ ἔγνω Δαυεὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος ἐπὶ Ἰσραήλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.

3Καὶ ἔλαβεν Δαυεὶδ ἔτι γυναῖκας ἐν Ἰερουσαλήμ· καὶ ἐτέχθησαν Δαυεὶδ ἔτι υἱοὶ καὶ θυγατέρες. 4καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων οἳ ἦσαν αὐτῷ ἐν Ἰερουσαλήμ· Σαμάα, Ἰσοβοάμ, Ναθάν, Σαλωμὼν 5καὶ Βαὰρ καὶ Ἐκτᾶε καὶ Ἐλειφάλεθ 6καὶ Νάγεθ καὶ Νάφαθ καὶ Ἰανουοὺ 7καὶ Ἐλεισαμάε καὶ Βαλεγδᾶε καὶ Ἐμφάλετ.

Two Victories over the Philistines

8Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυεὶδ βασιλεὺς ἐπὶ πάντα Ἰσραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυείδ· καὶ ἤκουσεν Δαυείδ, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς. 9καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων. 10καὶ ἠρώτησεν Δαυεὶδ διὰ τοῦ θεοῦ λέγων Εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ Κύριος Ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου. 11καὶ ἀνέβη εἰς Φααλφαθισείμ, καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυείδ· καὶ εἶπεν Δαυείδ Διέκοψεν τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ Φαρισίν. 12καὶ ἐνκατέλιπον τοὺς θεοὺς αὐτῶν, καὶ εἶπεν Δαυεὶδ κατακαῦσαι ἐν πυρί.

13καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων. 14καὶ ἠρώτησεν Δαυεὶδ ἔτι ἐν θεῷ, καὶ εἶπεν αὐτῷ ὁ θεός Οὐ πορεύσῃ ὀπίσω αὐτῶν· ἀποστρέφου ἀπ᾽ αὐτῶν, καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων. 15καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συνσεισμοῦ αὐτῶν ἄκρων τῶν ἀπίων, τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων. 16καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτῷ ὁ θεός, καὶ ἐπάταξεν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γάζαρα. 17καὶ ἐγένετο ὄνομα Δαυεὶδ ἐν πάσῃ τῇ γῇ, καὶ Κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Chronicles 13
Top of Page
Top of Page