|
19 οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι ὁ θεμέλιος ὁ πρῶτος ἴασπις ὁ δεύτερος σάπφιρος ὁ τρίτος χαλκηδών ὁ τέταρτος σμάραγδος 20 ὁ πέμπτος σαρδόνυξ ὁ ἕκτος σάρδιον ὁ ἕβδομος χρυσόλιθος ὁ ὄγδοος βήρυλλος ὁ ἔνατος τοπάζιον ὁ δέκατος χρυσόπρασος ὁ ἑνδέκατος ὑάκινθος ὁ δωδέκατος ἀμέθυστος 21 Καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής Revelation 21:19-21, Hebrew & Greek Study Bible. Public domain.
|



