|
36 Διδάσκαλε ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ 37 Ὁ δὲ ἔφη αὐτῷ Ἀγαπήσεις κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου 38 αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή 39 δευτέρα ‹δὲ› ὁμοία αὐτῇ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται Matthew 22:36-40, Hebrew & Greek Study Bible. Public domain.
|



