|
1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα συμπαραλαβὼν καὶ Τίτον 2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσιν μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον Galatians 2:1-2, Hebrew & Greek Study Bible. Public domain.
|



