|
22 Οἱ δοῦλοι ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις μὴ ἐν ὀφθαλμοδουλίαις ὡς ἀνθρωπάρεσκοι ἀλλ’ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν Κύριον 23 Ὃ ἐὰν ποιῆτε ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις 24 εἰδότες ὅτι ἀπὸ Κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας τῷ Κυρίῳ Χριστῷ δουλεύετε 25 ὁ γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν καὶ οὐκ ἔστιν προσωπολημψία Colossians 3:22-25, Hebrew & Greek Study Bible. Public domain.
|



