Par 

19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς

20 Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν Υἱὸς τοῦ Θεοῦ

21 Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν πορθήσας εἰς Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς

22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν ‹τοὺς› Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ συμβιβάζων ὅτι οὗτός ἐστιν Χριστός

23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν

24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἐπιβουλὴ αὐτῶν παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν

25 λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι

Acts 9:19-25, Hebrew & Greek Study Bible. Public domain.
Acts 8
Top of Page
Top of Page










Copied