|
1 Ἀγαπητοί μὴ παντὶ πνεύματι πιστεύετε ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον 2 Ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ Θεοῦ πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ Θεοῦ ἐστιν 3 καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ⧼χριστὸν ἐν σαρκὶ ἐληλυθότα⧽ ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη 1 John 4:1-3, Hebrew & Greek Study Bible. Public domain.
|



