|
12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν 13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν οὐδὲ Χριστὸς ἐγήγερται 14 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται κενὸν ἄρα [καὶ] τὸ κήρυγμα ἡμῶν κενὴ καὶ ἡ πίστις ὑμῶν 1 Corinthians 15:12-14, Hebrew & Greek Study Bible. Public domain.
|



