Joshua’s Charge to Leaders 1Καὶ ἐγένετο μεθ᾽ ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι Κύριον τὸν Ἰσραὴλ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις. 2καὶ συνεκάλεσεν Ἰησοῦς πάντας τοὺς υἱοὺς Ἰσραὴλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν, καὶ εἶπεν πρὸς αὐτούς Ἐγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέραις. 3ὑμεῖς δὲ ἑοράκατε ὅσα ἐποίησεν Κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς ἔθνεσιν τούτοις ἀπὸ προσώπου ἡμῶν, ὅτι Κύριος ὁ θεὸς ἡμῶν ὁ ἐκπολεμήσας ἡμῖν. 4ἴδετε ὅτι ὅπερ εἶπα ὑμῖν, τὰ ἔθνη τὰ καταλελιμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλὰς ὑμῶν· ἀπὸ τοῦ Ἰορδάνου πάντα τὰ ἔθνη καὶ ἐξωλέθρευσα, καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου. 5Κύριος δὲ ὁ θεὸς ἡμῶν, οὗτος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου ἡμῶν, ἕως ἂν ἀπόλωνται· καὶ ἀποστελεῖ αὐτοῖς τὰ θηρία τὰ ἄγρια, ἕως ἂν ἐξολεθρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν· καὶ κατακληρονομήσατε τὴν γῆν αὐτῶν, καθὰ ἐλάλησεν Κύριος ὁ θεὸς ἡμῶν ὑμῖν. 6κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου Μωυσῆ, ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν ἢ εὐώνυμα· 7ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελιμμένα ταῦτα· καὶ τὰ ὀνόματα τῶν θεῶν αὐτῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν· οὐ μὴ προσκυνήσετε αὐτοῖς οὐδὲ μὴ λατρεύσετε αὐτοῖς, 8ἀλλὰ Κυρίῳ τῷ θεῷ ἡμῶν προσκολληθήσεσθε, καθάπερ ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης. 9καὶ ἐξολεθρεύσει αὐτοὺς Κύριος ἀπὸ προσώπου ὑμῶν, ἔθνη μεγάλα καὶ ἰσχυρά, καὶ οὐθεὶς ἀντέστη κατενώπιον ἡμῶν ἕως τῆς ἡμέρας ταύτης· 10εἷς ὑμῶν ἐδίωξεν χιλίους, ὅτι Κύριος ὁ θεὸς ἡμῶν ἐξεπολέμει ἡμῖν, καθάπερ εἶπεν ἡμῖν. 11καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾷν Κύριον τὸν θεὸν ἡμῶν. 12ἐὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσιν τούτοις τοῖς μεθ᾽ ὑμῶν, καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτούς, καὶ συνκαταμιγῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν, 13γινώσκετε ὅτι οὐ μὴ προσθῇ Κύριος τοῦ ἐξολεθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν· καὶ ἔσονται ὑμῖν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἂν ἀπόλησθε ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης ἣν ἔδωκεν ὑμῖν Κύριος ὁ θεὸς ὑμῶν. 14ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν καθὰ καὶ πὰντες οἱ ἐπὶ τῆς γῆς· καὶ γνώσεσθε τῇ καρδίᾳ ὑμῶν καὶ τῇ ψυχῇ ὑμῶν διότι οὐκ ἔπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων ὧν εἶπεν Κύριος ὁ θεὸς ἡμῶν πρὸς πάντα τὰ ἀνήκοντα ἡμῖν, οὐ διεφώνησεν ἐξ αὐτῶν.
15καὶ ἔσται ὃν τρόπον ἥκει πρὸς ἡμᾶς πάντα τὰ ῥήματα τὰ καλὰ ἃ ἐλάλησεν Κύριος πρὸς ἡμᾶς, οὕτως ἐπάξει Κύριος ὁ θεὸς ἐφ᾽ ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρά, ἕως ἂν ἐξολεθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης ἧς ἔδωκεν Κύριος ὑμῖν,
16ἐν τῷ παραβῆναι ὑμᾶς τὴν διαθήκην Κυρίου τοῦ θεοῦ ἡμῶν ἣν ἐνετείλατο ἡμῖν, καὶ πορευθέντες λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |