Jeremiah 45
Berean Greek Bible Par ▾ 

Jeremiah’s Message to Baruch

1ὁ λόγος ὃν ἐλάλησεν ιερεμιας ὁ προφήτης πρὸς βαρουχ υἱὸν νηριου ὅτε ἔγραφεν τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος ιερεμιου ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ τῷ ιωακιμ υἱῷ ιωσια βασιλέως ιουδα 2οὕτως εἶπεν κύριος ἐπὶ σοί βαρουχ 3ὅτι εἶπας οἴμμοι οἴμμοι ὅτι προσέθηκεν κύριος κόπον ἐπὶ πόνον μοι ἐκοιμήθην ἐν στεναγμοῖς ἀνάπαυσιν οὐχ εὗρον 4εἰπὸν αὐτῷ οὕτως εἶπεν κύριος ἰδοὺ οὓς ἐγὼ ᾠκοδόμησα ἐγὼ καθαιρῶ καὶ οὓς ἐγὼ ἐφύτευσα ἐγὼ ἐκτίλλω 5καὶ σὺ ζητεῖς σεαυτῷ μεγάλα μὴ ζητήσῃς ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα λέγει κύριος καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα ἐν παντὶ τόπῳ οὗ ἐὰν βαδίσῃς ἐκεῖ

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Jeremiah 44
Top of Page
Top of Page