2 Samuel 24
Berean Greek Bible Par ▾ 

David’s Military Census
(Exodus 30:11–16; 1 Chronicles 21:1–6)

1Καὶ προσέθετο ὀργὴν Κύριος ἐκκαῆναι ἐν Ἰσραήλ, καὶ ἐπέσεισεν τὸν Δαυεὶδ ἐν αὐτοῖς λέγων Βάδιζε ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰουδά. 2καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ᾽ αὐτοῦ Δίελθε δὴ πάσας φυλὰς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. 3καὶ εἶπεν Ἰωὰβ πρὸς τὸν βασιλέα Καὶ προσθείη Κύριος ὁ θεὸς πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ; 4καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ἰωὰβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως· καὶ ἐξῆλθεν Ἰωὰβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν Ἰσραήλ. 5καὶ διέβησαν τὸν Ἰορδάνην, καὶ παρενέβαλον ἐν Ἀροὴλ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ Ἐλιέζερ. 6καὶ ἦλθον εἰς τὴν Γαλαὰδ καὶ εἰς τὴν Θαβασὼν ἥ ἐστιν Ναδασαί, καὶ παρεγένοντο εἰς Δὰν Εἰδὰν καὶ Οὐδάν, καὶ ἐκύκλωσαν εἰς Σιδῶνα· 7καὶ ἦλθαν εἰς Μάψαρ Τύρου καὶ πάσας τὰς πόλεις τοῦ Εὑαίου καὶ τοῦ Χαναναίου· καὶ ἦλθαν κατὰ νότον Ἰούδα εἰς Βηρσάβεε, 8καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ· καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς Ἰερουσαλήμ· 9καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα· καὶ ἐγένετο Ἰσραὴλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν, καὶ ἀνὴρ Ἰούδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν.

Judgment for David’s Sin
(1 Chronicles 21:7–13)

10Καὶ ἐπάταξεν καρδία Δαυεὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν· καὶ εἶπεν Δαυεὶδ πρὸς Κύριον Ἥμαρτον σφόδρα ὃ ἐποίησα· νῦν, Κύριε, παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα. 11καὶ ἀνέστη Δαυεὶδ τὸ πρωί· καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα Δαυεὶδ λέγων 12Πορεύθητι καὶ λάλησον πρὸς Δαυεὶδ λέγων Τάδε λέγει Κύριος Τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι. 13καὶ εἰσῆλθεν Γὰδ πρὸς Δαυείδ, καὶ ἀνήγγειλεν αὐτῷ καὶ εἶπεν αὐτῷ Ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἴδε τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ῥῆμα.a 14καὶ εἶπεν Δαυεὶδ πρὸς Γάδ Στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ ἐν χειρὶ Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτειρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω.

A Plague on Israel
(1 Chronicles 21:14–17)

15καὶ ἐξελέξατο ἑαυτῷ Δαυεὶδ τὸν θάνατον· καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκεν Κύριος ἐν Ἰσραὴλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου· καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε, ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. 16καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἰερουσαλὴμ τοῦ διαφθεῖραι αὐτήν, καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ Πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἦν παρὰ τῷ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.b 17καὶ εἶπεν Δαυεὶδ πρὸς Κύριον, ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ, καὶ εἶπεν Ἰδοὺ ἐγώ εἰμι ἠδίκησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου.

David Builds an Altar
(1 Chronicles 21:18–30)

18Καὶ ἦλθεν Γὰδ πρὸς Δαυεὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Ἀνάβηθι καὶ στῆσον τῷ κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ὀρνὰ τοῦ Ἰεβουσαίου. 19καὶ ἀνέβη Δαυεὶδ κατὰ τὸν λόγον Γὰδ καθ᾽ ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος. 20καὶ διέκυψεν Ὀρνά, καὶ εἶδεν τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ· καὶ ἐξῆλθεν Ὀρνὰ καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 21καὶ εἶπεν Ὀρνά Τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ; καὶ εἶπεν Δαυείδ Κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα, τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ κυρίῳ. καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ. 22καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυείδ Λαβέτω καὶ ἀνενεγκέτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα. 23τὰ πάντα ἔδωκεν Ὀρνὰ τῷ βασιλεῖ· καὶ εἶπεν Ὀρνὰ πρὸς τὸν βασιλέα Κύριος ὁ θεός σου εὐλογήσαι σε. 24καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ὀρνά Οὐχί, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ κυρίῳ μου θεῷ μου ὁλοκαύτωμα δωρεάν. καὶ ἐκτήσατο Δαυεὶδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα. 25καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυεὶδ θυσιαστήριον Κυρίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς· καὶ προσέθηκεν Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐπ᾽ ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσεν Κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ἰσραήλ.


Footnotes:

13 a See 1 Chronicles 21:12
16 b See 1 Chronicles 21:15 and 2 Chronicles 3:1.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Samuel 23
Top of Page
Top of Page