2 Chronicles 34
Swete's Septuagint ABP ▾  HEB ▾ 

Josiah's Good Reign in Judah

1Ὢν ὀκτὼ ἐτῶν Ἰωσείας ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ τριάκοντα ἓν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. 2καὶ ἐποίησεν τὸ εὐθὲς ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινεν δεξιὰ καὶ ἀριστερά.

Josiah Destroys Idolatry

3καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ αὐτὸς ἔτι παιδάριον, ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν θεὸν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰουδὰ καὶ τὴν Ἰερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ τῶν ἄλσεων, καὶ ἀπὸ τῶν χωνευτῶν· 4καὶ κατέσπασεν τὰ κατὰ πρόσωπον αὐτοῦ τὰ θυσιαστήρια τῶν Βααλεὶμ καὶ τὰ ὑψηλὰ τὰ ἐπ᾽ αὐτῶν, καὶ ἔκοψεν τὰ ἄλση καὶ τὰ γλυπτά, καὶ τὰ χωνευτὰ συνέτριψεν καὶ ἐλέπτυνεν καὶ ἔρριψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς· 5καὶ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια, καὶ ἐκαθάρισεν τὸν Ἰουδὰ καὶ τὴν Ἰερουσαλήμ, 6καὶ ἐν πόλεσιν Ἐφράιμ καὶ Μανασσὴ καὶ Συμεὼν καὶ Νεφθαλεὶ καὶ τοῖς τόποις αὐτῶν κύκλῳ. 7καὶ κατέσπασεν τὰ ἄλση καὶ τὰ θυσιαστήρια, καὶ τὰ εἴδωλα κατέκοψεν λεπτά, καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ἰσραήλ, καὶ ἀπέστρεψεν εἰς Ἰερουσαλήμ.

Josiah Repairs the Temple

8Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, τοῦ καθαρίσαι τὴν γῆν καὶ τὸν οἶκον, [ἀπέστειλεν] Σαφὰν υἱὸν Σελιὰ καὶ τὸν Μαασὰ ἄρχοντα τῆς πόλεως καὶ τὸν Ἰουὰχ υἱὸν Ἰωὰχ τὸν ὑπομνηματογράφον αὐτοῦ, κραταιῶσαι τὸν οἶκον Κυρίου τοῦ θεοῦ αὐτοῦ. 9καὶ ἦλθον πρὸς Χελκείαν τὸν ἱερέα τὸν μέγαν, καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθὲν εἰς οἶκον θεοῦ, ὃ συνήγαγον οἱ Λευεῖται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασσὴ καὶ Ἐφράιμ καὶ τῶν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοίπου ἐν Ἰσραὴλ καὶ υἱῶν Ἰούδα καὶ Βενιαμεὶν καὶ οἰκούντων ἐν Ἰερουσαλήμ. 10καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα οἱ κατεσταμένοι ἐν οἴκῳ Κυρίου, καὶ ἔδωκαν αὐτὸ ποιοῦσι τὰ ἔργα οἳ ἐποίουν ἐν οἴκῳ Κυρίου, ἐπισκευάσαι κατισχῦσαι τὸν οἶκον. 11καὶ ἔδωκαν τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις, καὶ ἀγοράσαι λίθους τετραπέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους οὓς ἐξωλέθρευσαν βασιλεῖς Ἰούδα. 12καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων, καὶ ἐπ᾽ αὐτῶν ἐπίσκοποι Ἰὲ καὶ Ἀβδειὰ οἱ Λευεῖται ἐξ υἱῶν Μεραρεί, καὶ Ζαχαρίας καὶ Μοσολλὰμ ἐκ τῶν υἱῶν Καὰθ ἐπισκοπεῖν, καὶ πᾶς Λευείτης πᾶς συνίων ἐν ὀργάνοις ᾠδῶν. 13καὶ ἐπὶ τῶν νωτοφόρων καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα ἐργασίᾳ καὶ ἐργασίᾳ, καὶ ἀπὸ τῶν Λευειτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί.

Hilkiah Finds the Book of the Law

14καὶ ἐν τῷ ἐκφέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασθὲν εἰς οἶκον Κυρίου εὗρεν Χελκείας ὁ ἱερεὺς βιβλίον νόμου Κυρίου διὰ χειρὸς Μωυσῆ. 15καὶ ἀπεκρίθη Χελκείας καὶ εἶπεν πρὸς Σαφὰν τὸν γραμματέα Βιβλίον νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκεν Χελκείας τὸ βιβλίον τῷ Σαφάν. 16καὶ εἰσήνεγκεν Σαφὰν τὸ βιβλίον πρὸς τὸν βασιλέα, καὶ ἀπέδωκεν ἔτι τῷ βασιλεῖ λόγον Πᾶν τὸ δοθὲν ἀργύριον ἐν χειρὶ τῶν παίδων σου τῶν ποιούντων. 17καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκεν ἐπὶ χεῖρα τῶν ἐπισκόπων τῶν ποιούντων ἐργασίαν. 18καὶ ἀπήγγειλεν Σαφὰν ὁ γραμματεὺς τῷ βασιλεῖ λέγων Βιβλίον ὃ ἔδωκέν μοι Χελκείας ὁ ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαφὰν ἐναντίον τοῦ βασιλέως.

19καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοῦ νόμου, καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ. 20καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ χελκείᾳ καὶ τῷ Ἀχεικὰμ υἱῷ Σαφὰν καὶ τῷ Ἀβδοδὸμ υἱῷ Μειχαία καὶ τῷ Σαφὰν τῷ γραμματεῖ καὶ τῷ Ἰσαίᾳ παιδὶ τοῦ βασιλέως λέγων 21Πορεύθητε, ζητήσατε Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειφθέντος ἐν Ἰσραὴλ καὶ Ἰούδᾳ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος· ὅτι μέγας ὁ θυμὸς Κυρίου ἐκκέκαυται ἐν ἡμῖν, διότι οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων Κυρίου τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.

Huldah's Prophecy

22καὶ ἐπορεύθη Χελκείας καὶ οἷς εἶπεν ὁ βασιλεὺς πρὸς Ὅλδαν τὴν προφῆτιν γυναῖκα Σελλὴμ υἱοῦ Καθουὰλ υἱοῦ Χελλὴς φυλάσσουσαν τὰς ἐντολάς, καὶ αὕτη κατοίκει ἐν Ἰερουσαλὴμ ἐν μαασαναί· καὶ ἐλάλησαν αὐτῇ κατὰ ταῦτα. 23καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρὸς μέ 24Οὕτως λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον, τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τῷ ἀνεγνωσμένῳ ἐναντίον τοῦ βασιλέως Ἰούδα, 25ἀνθ᾽ ὧν ἐνκατέλιπόν με καὶ ἐθυμίασαν θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσίν με ἐν πᾶσιν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν· καὶ ἐξεκαύθη ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται. 26καὶ ἐπὶ βασιλέα Ἰούδα τὸν ἀποστείλαντα ὑμᾶς τοῦ ζητῆσαι τὸν κύριον, οὕτως ἐρεῖτε αὐτῷ Οὕτως λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Τοὺς λόγους οὓς ἤκουσας, 27καὶ ἐνετράπη ἡ καρδία σου, καὶ ἐταπεινώθης ἀπὸ προσώπου μου ἐν τῷ ἀκοῦσαί σε τοὺς λόγους μου ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν, καὶ ἐταπεινώθης ἐναντίον μου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας κατεναντίον μου, καὶ ἐγὼ ἤκουσα, φησὶν Κύριος. 28ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ προστεθήσῃ πρὸς τὰ μνήματά σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου ἐν πᾶσιν τοῖς κακοῖς οἷς ἐγώ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν. καὶ ἀπέδωκαν τῷ βασιλεῖ λόγον.

Josiah Renews the Covenant

29Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἰερουσαλήμ. 30καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ πᾶς Ἰουδὰ καὶ κατοικοῦντες Ἰερουσαλὴμ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ πᾶς ὁ λαὸς ἀπὸ μεγάλου ἕως μικροῦ· καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν τοὺς πάντας λόγους βιβλίου τῆς διαθήκης τοὺς εὑρεθέντας ἐν οἴκῳ Κυρίου.

31καὶ ἔστη ὁ βασιλεὺς ἐπὶ τὸν στύλον, καὶ διέθετο διαθήκην ἐναντίον Κυρίου τοῦ πορευθῆναι ἐνώπιον Κυρίου, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ μαρτύρια καὶ προστάγματα αὐτοῦ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ, τοὺς λόγους τῆς διαθήκης τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ τούτῳ. 32καὶ ἔστησεν πάντας τοὺς εὑρεθέντας ἐν Ἰερουσαλὴμ καὶ Βενιαμείν· καὶ ἐποίησαν οἱ κατοικοῦντες Ἰερουσαλὴμ διαθήκην ἐν οἴκῳ Κυρίου θεοῦ πατρὸς αὐτῶν. 33καὶ περιεῖλεν Ἰωσείας τὰ πάντα βδελύγματα ἐκ πάσης τῆς γῆς ἣ ἦν υἱῶν Ἰσραήλ, καὶ ἐποίησεν πάντας τοὺς εὑρεθέντας ἐν Ἰερουσαλὴμ καὶ ἐν Ἰσραὴλ τοῦ δουλεύειν Κυρίῳ θεῷ αὐτῶν πάσας τὰς ἡμέρας αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθεν Κυρίου θεοῦ πατέρων αὐτοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Chronicles 33
Top of Page
Top of Page