2 Corinthians 6
Study Bible
Paul's Hardships and God's Grace

Συνεργοῦντες  δὲ  καὶ  παρακαλοῦμεν  μὴ  εἰς  κενὸν  τὴν  χάριν  τοῦ  Θεοῦ  δέξασθαι  ὑμᾶς·— 

λέγει  γάρ  Καιρῷ  δεκτῷ  ἐπήκουσά  σου  καὶ  ἐν  ἡμέρᾳ  σωτηρίας  ἐβοήθησά  σοι·  ἰδοὺ  νῦν  καιρὸς  εὐπρόσδεκτος,  ἰδοὺ  νῦν  ἡμέρα  σωτηρίας·— 

μηδεμίαν  ἐν  μηδενὶ  διδόντες  προσκοπήν,  ἵνα  μὴ  μωμηθῇ    διακονία,  ἀλλ’  ἐν  παντὶ  συνιστάνοντες  ἑαυτοὺς  ὡς  Θεοῦ  διάκονοι,  ἐν  ὑπομονῇ  πολλῇ,  ἐν  θλίψεσιν,  ἐν  ἀνάγκαις,  ἐν  στενοχωρίαις,  ἐν  πληγαῖς,  ἐν  φυλακαῖς,  ἐν  ἀκαταστασίαις,  ἐν  κόποις,  ἐν  ἀγρυπνίαις,  ἐν  νηστείαις,  ἐν  ἁγνότητι,  ἐν  γνώσει,  ἐν  μακροθυμίᾳ,  ἐν  χρηστότητι,  ἐν  Πνεύματι  Ἁγίῳ,  ἐν  ἀγάπῃ  ἀνυποκρίτῳ,  ἐν  λόγῳ  ἀληθείας,  ἐν  δυνάμει  Θεοῦ·  διὰ  τῶν  ὅπλων  τῆς  δικαιοσύνης  τῶν  δεξιῶν  καὶ  ἀριστερῶν,  διὰ  δόξης  καὶ  ἀτιμίας,  διὰ  δυσφημίας  καὶ  εὐφημίας·  ὡς  πλάνοι  καὶ  ἀληθεῖς,  ὡς  ἀγνοούμενοι  καὶ  ἐπιγινωσκόμενοι,  ὡς  ἀποθνήσκοντες  καὶ  ἰδοὺ  ζῶμεν,  ὡς  παιδευόμενοι  καὶ  μὴ  θανατούμενοι,  10 ὡς  λυπούμενοι  ἀεὶ  δὲ  χαίροντες,  ὡς  πτωχοὶ  πολλοὺς  δὲ  πλουτίζοντες,  ὡς  μηδὲν  ἔχοντες  καὶ  πάντα  κατέχοντες. 

11 Τὸ  στόμα  ἡμῶν  ἀνέῳγεν  πρὸς  ὑμᾶς,  Κορίνθιοι,    καρδία  ἡμῶν  πεπλάτυνται·  12 οὐ  στενοχωρεῖσθε  ἐν  ἡμῖν,  στενοχωρεῖσθε  δὲ  ἐν  τοῖς  σπλάγχνοις  ὑμῶν·  13 τὴν  δὲ  αὐτὴν  ἀντιμισθίαν,  ὡς  τέκνοις  λέγω,  πλατύνθητε  καὶ  ὑμεῖς. 

Do Not Be Unequally Yoked

14 Μὴ  γίνεσθε  ἑτεροζυγοῦντες  ἀπίστοις·  τίς  γὰρ  μετοχὴ  δικαιοσύνῃ  καὶ  ἀνομίᾳ,    τίς  κοινωνία  φωτὶ  πρὸς  σκότος;  15 τίς  δὲ  συμφώνησις  Χριστοῦ  πρὸς  Βελιάρ,    τίς  μερὶς  πιστῷ  μετὰ  ἀπίστου; 

16 τίς  δὲ  συνκατάθεσις  ναῷ  Θεοῦ  μετὰ  εἰδώλων;  ἡμεῖς  γὰρ  ναὸς  Θεοῦ  ἐσμεν  ζῶντος·  καθὼς  εἶπεν    Θεὸς  ὅτι  Ἐνοικήσω  ἐν  αὐτοῖς  καὶ  ἐμπεριπατήσω*,  καὶ  ἔσομαι  αὐτῶν  Θεός,  καὶ  αὐτοὶ  ἔσονταί  μου  λαός. 

17 διὸ  ἐξέλθατε  ἐκ  μέσου  αὐτῶν,  καὶ  ἀφορίσθητε,  λέγει  Κύριος,  καὶ  ἀκαθάρτου  μὴ  ἅπτεσθε·  κἀγὼ  εἰσδέξομαι  ὑμᾶς, 

18 καὶ  ἔσομαι  ὑμῖν  εἰς  Πατέρα,  καὶ  ὑμεῖς  ἔσεσθέ  μοι  εἰς  υἱοὺς  καὶ  θυγατέρας,  λέγει  Κύριος  Παντοκράτωρ. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

2 Corinthians 5
Top of Page
Top of Page